Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Ε., Section 217
Aelius Herodianus, Περὶ ὀρθογραφίας 217.1-2
Not analysed yet
ἔριθοϲ: ι. ϲημαίνει δὲ τὸν ἐργάτην καὶ τὴν γυναῖκα τὴν ἐργαζομένην τὰ ἔρια. γέγονε δὲ τὸ ἀρϲενικὸν ἀπὸ τοῦ ἔρα, ὅ ἐϲτιν ἡ γῆ, ἔραθοϲ καὶ κατὰ τροπὴν τοῦ α εἰϲ ι ἔριθοϲ. ἐπὶ δὲ τῆϲ γυναικὸϲ ἀπὸ τοῦ ἔριον γέγονεν ἔριθοϲ. ὁμοίωϲ δέ ἐϲτι τὸ λέκιθοϲ (sic pro τολοβινθοϲ scripsi), ὃ ϲημαίνει τὸν κρόκον τοῦ ᾠοῦ.