Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Ε., Section 219
Aelius Herodianus, Περὶ ὀρθογραφίας 219.1-2
Not analysed yet
ἐρινεόϲ: ι. ϲημαίνει δὲ τὴν ἀγρίαν ϲυκῆν. ἀπὸ γὰρ τοῦ ἐρίζω γέγονεν ἐρινόϲ καὶ πλεοναϲμῷ τοῦ ε ἐρινεόϲ. ἐριϲτικὸν γάρ ἐϲτι τὸ δένδρον. ἀνέρχεται γὰρ καὶ εἰϲ τοῖχον καὶ εἰϲ ἕκαϲτον τόπον.