Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Ε., Section 22
Aelius Herodianus, Περὶ ὀρθογραφίας 22.1-6
Not analysed yet
εἴαϲκε: ἀπὸ τοῦ ἐάω ἐῶ ἐᾶϲ ἐᾶ, ὁ παρατατικὸϲ εἴων εἴαϲ εἴα καὶ Ἰωνικῶϲ εἴαϲκε. ἐκ τούτου ἔαϲκε ἀποβληθέντοϲ τοῦ ι. τὰ γὰρ τοιαῦτα ἀποβάλλουϲι τὴν ἐν ἀρχαῖϲ κλιτικὴν ἔκταϲιν οἷον ἔτυπτον ἔτυπτεϲ ἔτυπτε τύπτεϲκεν, ἦγον ἦγεϲ ἦγε ἄγεϲκεν. οὕτω καὶ τοῦτο. ἐκ τούτου οὖν τοῦ ἔαϲκε γίνεται εἴαϲκε διὰ τῆϲ ει διφθόγγου κατὰ πλεοναϲμὸν τοῦ ῑ.