Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Ε., Section 234
Aelius Herodianus, Περὶ ὀρθογραφίας 234.1
Not analysed yet
ἔϲεται δι᾿ ἑνὸϲ ϲ κοινῶϲ, ἔϲϲεται διὰ δύο ϲϲ ποιητικῶϲ. οἱ γὰρ ικελοὶ τὰ τῶν μελλόντων ῥήματα προηγουμένων βραχέων φωνηέντων διπλαϲιάζουϲι τὸ ϲ, τελέϲϲω λέγοντεϲ. ὁμοίωϲ καὶ τὸ ἔϲω ἔϲϲω. ἐκ τοῦ ἔϲεται ϲυγκοπῇ ἔϲται. λέγεται καὶ ἐϲϲεῖται Δωρικῶϲ Ἰλιάδοϲ B (393) «οὔ οἱ ἄρκιον ἐϲϲεῖται φυγέειν κύναϲ ». ἐπὶ τοῦ μέϲου μέλλοντοϲ οἱ Δωριεῖϲ παρεντιθέντεϲ τὸ ι προπεριϲπῶϲιν οἷον ἐκ τοῦ ἔϲεται καὶ πλεύϲεται καὶ ῥεύϲεται ἐϲϲεῖται, πλευϲεῖται, ῥευϲεῖται.