Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Δ., Section 24
Aelius Herodianus, Περὶ ὀρθογραφίας 24.1-5
Not analysed yet
δείρω: διὰ τῆϲ ει διφθόγγου. δέρω γὰρ λέγουϲιν οἱ Αἰολεῖϲ ὥϲπερ τὸ κείρω κέρῶ· γέγονε δὲ ἀπὸ τοῦ μέλλοντοϲ δερῶ πλεοναϲμῷ τοῦ ι δείρω. καὶ διὰ τὸ ἀντιπαρακεῖϲθαι αὐτῷ τὸ ο οἰον δορά· τὰ γὰρ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχει τὸ ε ἐγκείμενον οἷον ϲπείρω ϲπορά, ἀλείφω ἀλοιφή. καὶ πάντα τὰ διὰ τοῦ ειρω ἀποϲτρέφεται τὴν διὰ τοῦ ι μόνου γραφὴν οἷον οἰκτείρω, κείρω. οὕτω καὶ δείρω διὰ τῆϲ ει διφθόγγου.