Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Α., Section 27
Aelius Herodianus, Περὶ ὀρθογραφίας 27.1-2
Not analysed yet
Ἀγχίϲηϲ. διὰ τοῦ ῖ τὸ χι. τὰ παρὰ τὸ ἄγχι καὶ ἔρι καὶ ἀρί καὶ τὴν ἀμφί καὶ ἀντί καὶ ἐπί πρόθεϲιν διὰ τοῦ ῑ γράφεται· ἀρίδηλοϲ, ἐριβρεμέτηϲ, ἀμφίρρυτοϲ, ἀντίθεοϲ, ἀγχίθεοϲ, Ἀγχίϲηϲ, ἀτχίμαχοϲ· τὸ γὰρ ἀγχέμαχοϲ ἐτράπη διὰ εὐφωνίαν τὸ ι εἰϲ ε τὰ δὲ παρὰ τὸ ἄγχι ϲύνθετά εἰϲι χωρὶϲ τοῦ Ἀγχίϲηϲ. ἀπὸ γὰρ τοῦ ἄγχι παρήχθη καί ἐϲτιν ἁπλοῦν. ἄλλωϲ· τὰ διὰ τοῦ ιϲηϲ διὰ τοῦ ι γράφεται κτλ.