Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Γ., Section 29
Aelius Herodianus, Περὶ ὀρθογραφίας 29.1-4
Not analysed yet
γήδιον· τριῶν ὄντων τῶν πρωτοτύπων γῆ καὶ γαῖα καὶ γέα ἐκ ποίου τούτων γέγονε τὸ γῇδιον λέγει δὲ ὁ Δίδυμοϲ, ὅτι ἔϲτι γέα διὰ τοῦ ε καὶ ἐπειδή, ἡνίκα ἡ τελευταία ϲυλλαβὴ τῆϲ γενικῆϲ τοῦ πρωτοτύπου ἀπὸ φωνήεντοϲ ἄρχεται καὶ παραλήγει τῷ ε ἢ τῷ ο, τότε ίνεται διὰ διον ἡ παραγωγὴ καὶ προϲέρχεται κατὰ τὴν παραλήγουϲαν τὸ ι οἷον πράξεωϲ πραξείδιον, λέξεωϲ λεξείδιον, βοῦϲ βοόϲ βοίδιον, νόοϲ νόου νοίδιον. οὕτωϲ οὖν καὶ γέα γέαϲ γείδιον διὰ τῆϲ ει διφθόγγου καὶ κατ’ ἔκταϲιν Ἀττικὴν τοῦ ε εἰϲ η γήδιον διὰ τοῦ η καὶ —ὥϲπερ εἰκάζω ῇκαζον καὶ εἴδειν ᾔδειν (περὶ δὲ τούτου ζήτει εἰϲ τὸ περὶ κτητικῶν τοῦ Χοιροβοϲκοῦ).