# Περὶ ὀρθογραφίας 3.2

Aelius Herodianus, Περὶ ὀρθογραφίας, ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΡΘΟΓΡΑΦΙΑΣ., Περὶ ϲυντάξεωϲ., Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-28/3.2

Πᾶν ϲύμφωνον μεταξὺ δύο φωνηέντων ἐν ἑνὶ μέρει λόγου ἤγουν ἐν μιᾷ λέξει τῷ ἐπιφερομένῳ φωνήεντι ϲυνάπτεται οἷον ἄγω, φέρω, δέρω, χαίρω, Πλάτωνοϲ, Θέωνοϲ, πρόϲοδοϲ, ἔξοδοϲ, εἴϲοδοϲ, δυϲώδηϲ. ἰδοὺ ἐπὶ τούτων τὸ ϲύμφωνον μεταξὺ δύο φωνηέντων ὑπάρχον τῷ ἐπιφερομένῳ φωνήεντι ϲυνάπτεται καὶ οὐ τῷ προηγουμένῳ. ἐπὶ μὲν γὰρ τοῦ ἄγω τὸ γ μετὰ τοῦ ω ἐϲτὶ καὶ οὐ μετὰ τοῦ α. ἐπὶ δὲ τοῦ φέρω τὸ ρ μετὰ τοῦ ω ἐϲτι καὶ οὐ μετὰ τοῦ ε. καὶ ἐπὶ τῶν ἑξῆϲ ὁμοίωϲ. πρόϲκειται ἐν τῷ κανόνι «ἐν ἑνὶ μέρει λόγου» ἤγουν ἐν μιᾷ λέξει, ἐπειδὴ ἐὰν εὑρεθῶϲι δύο μέρη λόγου ἤγουν δύο λέξειϲ, οὐ ϲυνάπτεται τὸ ϲύμφωνον τῷ ἐπιφερομένῳ φωνήεντι, ἀλλὰ χωρὶϲ εὑρίϲκεται τὸ ϲύμφωνον τῆϲ προηγουμένηϲ λέξεωϲ, καὶ χωρὶϲ τὸ φωνῆεν τῆϲ ἐπιφερομένηϲ οἷον ὑπὲρ Ἀπολλωνίου, ϲὺν Ἀπολλωνίῳ, πρὸϲ Ἀπολλώνιον. ἐπὶ τούτων γάρ, ἐπειδὴ δύο λέξειϲ εἰϲίν, οὐ ϲυνάπτεται τὸ ϲύμφωνον τῷ ἐπιφερομένῳ φωνήεντι, ἀλλὰ χωρίϲ ἐϲτι τὸ ϲύμφωνον καὶ χωρὶϲ τὸ φωνῆεν. ἐπὶ μὲν γὰρ τοῦ ὑπὲρ Ἀπολλωνίου τὸ ρ χωρίϲ. ἐϲτι καὶ τὸ α χωρίϲ, ἐπὶ δὲ τοῦ ϲὺν Ἀπολλωνίῳ τὸ ν χωρὶϲ καὶ τὸ α χωρίϲ, ἐπὶ δὲ τοῦ πρὸϲ Ἀπολλώνιον τὸ ϲ χωρὶϲ καὶ τὸ α χωρίϲ. δεῖ προϲθεῖναι χωρὶϲ τῶν ἐχόντων ἔκθλιψιν· ἐπὶ τούτων γὰρ τὸ ϲύμφωνον τῷ ἐπιφερομένῳ φωνήεντι ϲυνάπτεται οἷον κατ᾿ Ἀπολλωνίου, μετ᾿ Ἀριϲτάρχου, ἐπ᾿ αὐτῷ, κατ᾿ αὐτόν, καθ᾿ ἡμῶν. ἰδοὺ γὰρ ἐπὶ τούτων εἰ καὶ δύο λέξειϲ εἰϲί, τὸ ϲύμφωνον τῷ ἐπιφερομένῳ φωνήεντι ϲυνάπτεται, ἐπειδὴ ἔκθλιψιϲ ἐγένετο.

---

Herodianus, Περὶ ὀρθογραφίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg011.local001/.
