Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Η., Section 32
Aelius Herodianus, Περὶ ὀρθογραφίας 32.1-7
Not analysed yet
ἦϲθα ἐκ τοῦ ἦϲ ἐπεκτάϲει γίνεται· καὶ εἴ ἐϲτιν ὁριϲτικόν, τὸ ι οὐ προϲγράφουϲιν οἷον «χθὲϲ ἦϲ θεατρικόϲ», εἰ δέ ἐϲτιν ὑποτακτικόν, μετὰ τοῦ ι γράφεται· ὅτε δὲ πάλιν λαμβάνεται ἀντὶ τοῦ ᾔδειϲθα, κατὰ ϲυγκοπὴν γίνεται ᾖϲθα μετὰ τοῦ ι.