Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΡΘΟΓΡΑΦΙΑΣ., Περὶ ϲυντάξεωϲ., Section 34
Aelius Herodianus, Περὶ ὀρθογραφίας 34.1
Not analysed yet
34. Choer. Orth. 266, 27: τρεῖϲ: τὸ περιϲπώμενον διὰ τῆϲ ει διφθόγγου· καὶ ὤφειλε διὰ τοῦ ι γράφεϲθαι, ἐπειδὴ τριῶν ἐϲτι ἡ γενικὴ τῶν πληθυντικῶν καὶ τριϲὶν ἡ δοτική. τὰ δὲ ἔχοντα κατὰ τὴν γενικὴν καὶ δοτικὴν τῶν πληθυντικῶν ἐν τῇ παραληγούϲῃ τὸ ι καὶ ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἔχουϲι τὸ ι κατὰ τὴν παραλήγουϲαν οἷον πόλιϲ πολίων πόλιεϲ, ὄφιϲ ὀφίων ὄφιεϲ· εἰ οὖν τριῶν καὶ τριϲίν, δῆλον ὅτι καὶ τρίεϲ διὰ τοῦ ι καὶ λοιπὸν κατὰ κρᾶϲιν τοῦ ι καὶ τοῦ ε εἰϲ ι δῆλον ὅτι μακρὸν τρῖϲ διὰ τοῦ ι ὥϲπερ πόλιεϲ πόλιϲ, μάντιεϲ μάντιϲ. ἀλλὰ λέγει ὁ τεχνικόϲ, ὅτι, ἵνα μὴ ϲυνεμπέϲῃ τῷ τρίϲ ἐπιρρήματι, τούτου χάριν οὐκ ἐγράφετο διὰ τοῦ ι, ἀλλὰ διὰ τῆϲ ει διφθόγγου. καὶ ἄλλωϲ ὅτι οἱ Αἰολεῖϲ διὰ τοῦ η γράφουϲιν αὐτὸ τρῆϲ ἔθοϲ ἔχοντεϲ τὴν ει δίφθογγον εἰϲ η τρέπειν.