Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Δ., Section 37
Aelius Herodianus, Περὶ ὀρθογραφίας 37.1-5
Not analysed yet
Δημάδηϲ: οὐκ ἔχει τὸ ι. ἀπὸ γὰρ τοῦ Δημέαϲ γίνεται Δημεάδηϲ καὶ κατὰ ϲυναίρεϲιν Δημάδηϲ. καὶ ὤφειλεν εἰϲ τὸ η γίνεϲθαι ἡ κρᾶϲιϲ, ἀλλὰ διὰ τὸν χαρακτῆρα εἰϲ α ἐγένετο· τὰ γὰρ εἰϲ δηϲ πατρωνυμικὰ ἢ τύπου πατρωνυμικοῦ ὄντα ἢ τῷ ι θέλει παραλήγεϲθαι ἢ τῷ α οἷον Πηλείδηϲ Αἰακίδηϲ Εὐρυμάδηϲ Πυλάδηϲ. οὕτωϲ οὖν καὶ Δημάδηϲ.