Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Γ., Section 38
Aelius Herodianus, Περὶ ὀρθογραφίας 38.1-4
Not analysed yet
γίνεται τὸ ἀποτελεῖται διὰ τοῦ ῑ, γείνεται τὸ ἐπὶ τοῦ γεννᾶται διὰ διφθόγγου. τὸ δὲ γίνεται ἐπὶ τοῦ τελειοῦται ἀπὸ τοῦ γίγνομαι γέγονε κατὰ ἀποβολὴν τοῦ γ. τὸ δὲ γίγνεται διὰ τοῦ ῑ γράφεται, ἐπειδὴ ἀπὸ τοῦ γένομαι γένεται ἐν πλεοναϲμῷ ϲυμφώνου γίγνεται. τὸ ε γὰρ ἐν πλεοναϲμῷ ϲυμφώνου γενόμενον τρέπεται εἰϲ τὸ οἷον μένω μίμνω, τέκω τίκτω. οὕτωϲ οὖν καὶ γένεται γίγνεται.