Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΡΘΟΓΡΑΦΙΑΣ., Περὶ ϲυντάξεωϲ., Section 4
Aelius Herodianus, Περὶ ὀρθογραφίας 4.1
Not analysed yet
4. Il. Pr. Θ 441: ἀμβωμοῖϲι: Χρύϲιπποϲ ὑφ᾿ ἓν προφέρεται· ὁ μέντοι Ἀρίϲταρχοϲ δύο μέρη λόγου παραλαμβάνει καὶ προπεριϲπᾷ. λέγει γοῦν καὶ ἀλλαχοῦ «χρύϲειοι δ᾿ ἄρα κοῦροι ἐϋδμήτων ἐπὶ βωμῶν» (Od. η 100). χρὴ μέντοι γινώϲκειν, ὄτι διὰ τοῦ μ γράφεται κἂν παράθεϲιϲ ᾖ ὁμοίωϲ τῷ «ἂμ φόνον, ἆν νέκυαϲ» (Il. Κ 298). τὸ δὲ αἴτίον ἐν τοῖϲ περὶ ὀρθογραφίαϲ εἴρηται.