Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Η., Section 4
Aelius Herodianus, Περὶ ὀρθογραφίας 4.1-8
Not analysed yet
ᾔδει εἴδω· ὁ μέλλων εἴϲω, ὁ μέϲοϲ παρακείμενοϲ εἶδα, ὁ ὑπερϲυντέλικοϲ εἴδειν. καὶ οἱ Ἀττικοὶ τὸ ε τῶν παρῳχημένων εἰϲ η τρέπουϲι, τὸ ἐβουλόμην ἠβουλόμην λέγουϲιν. οὕτω καὶ τὴν ει δίφθογγον ἐποίηϲαν εἰϲ η καὶ ι προϲγεγραμμένον ᾔδειν.