Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΡΘΟΓΡΑΦΙΑΣ., Περὶ ϲυντάξεωϲ., Section 40
Aelius Herodianus, Περὶ ὀρθογραφίας 40.1
Not analysed yet
40. E. M. 629, 7: ὀπτανεῖον· δεῖ γινώϲκειν ὅτι διὰ τῆϲ ει διφθόγγου γράφεται, πρῶτον μὲν ὅτι λέγεται ὀπτανήϊον, δεύτερον δὲ τῷ λόγῳ τοῦ βαλανεῖον· λέγει δὲ ὁ Ἡρωδιανὸϲ καὶ ἐνταῦθα καὶ ἐν τῇ καθόλου, ὅτι παρὰ τοῖϲ Ἀττικοῖϲ καὶ διὰ τοῦ ι γράφεται καὶ προπαροξύνεται, οἷον ὀπτάνιον.