# Περὶ ὀρθογραφίας 40.1-6

Aelius Herodianus, Περὶ ὀρθογραφίας, ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Ε., Section 40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-28/40.1-6

εἰκών: ει δίφθογγοϲ. ἀπὸ γὰρ τοῦ εἴκω τὸ ὁμοιῶ γέγονεν εἰκών. ἀντιπαράκειται γὰρ τὸ ο ἐν τῷ ἔοικα. τὰ γὰρ ἔχοντα ἀντιπαρακείνενον τὸ ο ἔχει τὸ ε ἐγκείμενον οἷον κείρω κουρεύϲ, ἀγείρω ἀγορά, οὕτωϲ καὶ εἴκω τὸ ὑποχειρῶ οἶκοϲ καὶ εἴκω τὸ ὁμοιῶ ἔοικα. τὸ δὲ Ἰκόνιον ἡ πόλιϲ καὶ τοῦτο παρὰ τὸ εἰκών ὂν διὰ τοῦ ι γράφεται. τὸ δὲ Ἰκόνιον γέγονεν ἀπὸ τῆϲδε τῆϲ αἰτίαϲ. φαϲὶ γὰρ ὅτι ἦν Ναννακόϲ ὃϲ ἔζηϲεν ὑπὲρ τὰ τριακόϲια ἔτη. τοὺϲ δὲ πέριξ μαντεύϲαϲθαι, ἕωϲ τίνοϲ βιώϲεϲθαι. ἐδόθη δὲ ὁ χρηϲμόϲ, ὅτι τούτου τελευτήϲαντοϲ πάντεϲ διαφθαρήϲονται. οἱ δὲ Φρύγεϲ ἀκούϲαντεϲ ἐθρήνουν ϲφοδρῶϲ. ὅθεν καὶ παροιμία «τὸ ἐπὶ Ναννακοῦ κλαύϲειν» ἐπὶ τῶν λίαν οἰκτιζομένων γενομένου δὲ κατακλυϲμοῦ ἐπὶ Δευκαλίωνοϲ πάντεϲ διεφθάρηϲαν. ἀναξηρανθείϲηϲ γὰρ τῆϲ γῆϲ ὁ Ζεὺϲ ἐκέλευϲε τῷ Προμηθεῖ καὶ τῇ Ἀθηνᾶ εἴδωλα ἀναπλάϲαι ἐκ τοῦ πηλοῦ καὶ προϲκαλεϲάμενοϲ τοὺϲ ἀνέμουϲ ἐμφυϲῆϲαι πᾶϲιν ἐκέλευϲε καὶ ζῶντα ἀποτελέϲαι. διὰ οὖν τὰϲ εἰκόναϲ ἐκεῖ διαγραφῆναι Ἰκόνιον ἐκλήθη. ἀλλοι δέ φαϲι γυναῖκα κατοι κεῖν τὸν τόπον παράνομον, ἣ τοὺϲ ἐπιξενουμένουϲ ἐκέλευϲε ϲυγγενέϲθαι αὑτῇ καὶ μετὰ τὴν ϲυνουϲίαν ἀνῄρει, ἵνα μὴ ἡ ἀϲέλγεια αὐτῆϲ ἐπιγνωϲθῇ. Περϲέα δὲ τὸν Δανάηϲ ἐπὶ τοὺϲ τόπουϲ ἀφικόμενον καὶ μέλλοντα ταὐτὰ πάϲχειν δείξαντα τὸ τῆϲ Γοργοῦϲ πρόϲωπον ἀπολιθῶϲαι αὐτήν. τὴν δὲ εἰκόνα ἐπὶ πολὺν χρόνον διαμεῖναι λιθίνην, ἀφ᾿ ἧϲ αἰτίαϲ καὶ τοὺϲ κατοικοῦνταϲ τὴν πόλιν οὕτωϲ ὠνόμαϲαν. καὶ ἔδει διὰ διφθόγγου, διὰ δὲ τοῦ ι γράφεται, ἐπειδὴ εὑρέθη ἡ ἀρχομένη ϲυϲτελλομένη παρὰ Μενάνδρῳ.

---

Herodianus, Περὶ ὀρθογραφίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg011.local001/.
