Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΡΘΟΓΡΑΦΙΑΣ., Περὶ ϲυντάξεωϲ., Section 43
Aelius Herodianus, Περὶ ὀρθογραφίας 43.1
Not analysed yet
43. E. M. 604, 42: νηρίτηϲ ϲημαίνει τὸν θαλάϲϲιον κοχλίαν. τινὲϲ λέγουϲιν ἀπὸ τοῦ Νηρεύϲ γίνεϲθαι· ἀλλ᾿ ὤφειλε γράφεϲθαι διὰ διφθόγγου ὁ τεχνικὸϲ λέγει νηρείτηϲ ὡϲ Ὠρεύϲ Ὠρέοϲ Ὠρεΐτηϲ καὶ Ὠρείτηϲ. ἀλλ᾿ ἔϲτιν νέω νῶ τὸ ἀπαρέμφατον νεῖν οἷον «πεζῇ πορεύου· νεῖν γὰρ οὐκ ἐπίϲταϲαι». ὁ μέλλων νήϲω· ἐκ τούτου γίνεται νηρόϲ, λέγεται ὁ ἰχθῦϲ ἀπὸ τοῦ νήχεϲθαι, ἐξ οὗ νηρίτηϲ ὡϲ τόποϲ τοπίτηϲ.