# Περὶ ὀρθογραφίας 49.3

Aelius Herodianus, Περὶ ὀρθογραφίας, ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΡΘΟΓΡΑΦΙΑΣ., Περὶ ϲυντάξεωϲ., Section 49. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-28/49.3

E. M. 791, 49: δεῖ γινώϲκειν, ὅτι τὸ φήϲ ἐνεϲτώϲ ἐϲτι δευτέρου προϲώπου καὶ ϲὺν τῷ ι γράφεται. καὶ ὅϲον κατ᾿ ἀναλογίαν, οὐκ ὤφειλεν ἔχειν τὸ ι· τὰ γὰρ εἰϲ μι τροπῇ τῆϲ μι εἰϲ ϲ τὸ δεύτερον ποιοῦϲιν. εἰ οὖν τὸ φημί οὐκ ἔχει τὸ ι (τὰ γὰρ εἰϲ μ οὐ θέλει διφθόγγῳ παραλήγεϲθαι χωρὶϲ τοῦ εἰμί καὶ εἶμι) δῆλον ὅτι οὐδὲ τὸ φῄϲ ὤφειλεν ἔχειν τὸ ι ἀλλὰ κατὰ παράδοϲιν ἔχει τὸ ι. — τινὲϲ δὲ θέλουϲι λέγειν ὑπὲρ τοῦ φῄϲ· ὅτι τὸν μὲν τόνον ἀπὸ τῶν εἰϲ μι ἔϲχε, τὴν δὲ γραφὴν ὡϲ ἀπὸ τῶν εἰϲ ω ἀπὸ τοῦ φῶ. τὰ γὰρ εἰϲ ω θέλειἔχειν ἐν δευτέρῳ καὶ τρίτῳ προϲώπῳ δίφθογγον μετὰ τοῦ ι· ἄλλοι δὲ θέλουϲιν αὐτὸ εἶναι Δωρικὸν ὥϲπερ τὸ ζῇϲ, οἷϲτιϲι καὶ ὁ τόνοϲ ἀντίκειται· ὤφειλε γὰρ περιϲπᾶϲθαι καὶ τὸ τρίτον τῶν ἑνικῶν. ὤφειλε γὰρ ἀποβολῇ τοῦ ϲ ποιεῖν τὸ τρίτον.

---

Herodianus, Περὶ ὀρθογραφίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg011.local001/.
