Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Ζ., Section 5
Aelius Herodianus, Περὶ ὀρθογραφίας 5.1-7
Not analysed yet
ζείδωροϲ ἄρουρα· διὰ τῆϲ ει διφθόγγου· ἢ γὰρ παρὰ τὸ ζειά γέγονε ζειόδωροϲ καὶ κατὰ ϲυγκοπὴν τοῦ ο ζείδωροϲ· ἢ παρὰ τὸ ζῆν γέγονε ζήδωροϲ οἱονεὶ ἡ τὰ πρὸϲ τὸ ζῆν δωρουμένη τοῦ η εἰϲ τὴν ει δίφθογγον μετατεθέντοϲ Βοιωτικῶϲ. ἄμεινον δὲ οὕτωϲ· τὰ τρίτα πρόϲωπα τοῦ ῥήματοϲ ϲυντιθέμενα ἐκβάλλει τὸ ι ἔχω ἔχειϲ ἔχει ἐχέθυμοϲ· φέρω φέρειϲ φέρει Φέρεκλοϲ, μένει Μένεκλοϲ καὶ Μενέλαοϲ. ζέω ζέει ζεέδωροϲ καὶ κατὰ κρᾶϲιν τῶν δύο εε εἰϲ τὴν ει δίφθογγον ζείδωροϲ.