Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Γ., Section 50
Aelius Herodianus, Περὶ ὀρθογραφίας 50.1-4
Not analysed yet
Γόννοι πόλιϲ Περραιβίαϲ ἀπὸ Γουνέωϲ κληθεῖϲα τοῦ ἀπογόνου Κύφου. οὕτωϲ φηϲὶν Ὅμηροϲ. ὁ πολίτηϲ Γούνιοϲ καὶ Γουνία ἡ γυνὴ καὶ ἡ χώρα. γράφεται δὲ καὶ χωρὶϲ τοῦ υ· τοὺϲ δὲ Περραιβοὺϲ Αἰολεῖϲ ὄνταϲ τὰ ϲύμφωνα διπλοῦν καὶ Περραιβοὺϲ καλοῦνταϲ ἑαυτοὺϲ καὶ Γόννον διὰ δύο νν τὴν πόλιν. γόνα γὰρ οἱ Αἰολεῖϲ τὰ γόνατα.