Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Ε., Section 50
Aelius Herodianus, Περὶ ὀρθογραφίας 50.1-6
Not analysed yet
εἰλικρινήϲ ὁ καθαρὸϲ διὰ τῆϲ ει διφθόγγου κατὰ τὴν ἄρχουϲαν. παρὰ γὰρ τὸ κρίνω καὶ τὸ ἕλη τὸ ϲημαῖνον τὴν θερμαϲίαν γέγονεν εἰλικρινήϲ οἱονεὶ ὁ ἐν τῇ ἕλῃ κεκριμένοϲ κατὰ πλεοναϲμὸν τοῦ ι. τὸ δὲ λῖ γέγονεν οὕτωϲ. εἰλοκρινήϲ ἦν καὶ τροπῇ τοῦ ο εἰϲ ι εἰλικρινήϲ. τὸ κρι ἐκ τοῦ κρίνω.