Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Δ., Section 59
Aelius Herodianus, Περὶ ὀρθογραφίας 59.1-4
Not analysed yet
Διώρηϲ: ὄνομα κύριον διὰ τοῦ ι γραφόμενον. ἢ γὰρ παρὰ τὴν διά πρόθεϲιν καὶ ὁρῶ διαόρηϲ καὶ ἐκτάϲει τοῦ ο εἰϲ ω καὶ κράϲει τοῦ ι καὶ α εἰϲ ι μακρόν. ἢ ὡϲ ἀπὸ τοῦ ὕλη ὑλώρηϲ παραγωγόν, οὕτω καὶ ἀπὸ τῆϲ Διόϲ γενικῆϲ Διώρηϲ «Διώρεοϲ ἄλκιμοϲ υἱόϲ (P 429).