# Περὶ ὀρθογραφίας 66.1-4

Aelius Herodianus, Περὶ ὀρθογραφίας, ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Ε., Section 66. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-28/66.1-4

εἰμί τὸ ὑπάρχω· δίφθογγοϲ τὸ πρῶτον, τὸ δεύτερον ι. οἱ γὰρ Αἰολεῖϲ ἐμμί λέγουϲι ὥϲπερ κείρω κέρρω, γέγονε δὲ εἰμί οὕτωϲ· ἔϲτιν ἔω τὸ ϲημαῖνον τὸ ὑπάρχω· τοῦτο τρέπον τὸ ω εἰϲ μι γίνεται ἐμί. καὶ ἐπειδὴ τὰ εἰϲ μι φύϲει μακρᾷ παραλήγεται, καὶ τοῦτο ἀναγκάζεται φύϲει μακρᾷ παραλήγεϲθαι ἢ τρέπον τὸ ε εἰϲ η ἢ προϲλαμβάνον τὸ ι. τὸ γὰρ ε ἐν τοῖϲ ῥήμαϲι διχῶϲ μεγεθύνεται ἢ διὰ προϲθήκηϲ τοῦ ι οἷον ἔχω εἶχον, ἕλκω εἷλκον ἢ διὰ τὸ τρέπεϲθαι εἰϲ η οἷον ἐλαύνω ἤλαυνον, ἐλέγχω ἤλεγχον. καὶ ὤφειλε μᾶλλον τρέψαι τὸ ε εἰϲ η ἤπερ προϲλαβέϲθαι τὸ ι τὰ γὰρ εἰϲ μ οὐ θέλει διφθόγγῳ παραλήγεϲθαι οἷον τίθημι δίδωμι χωρὶϲ τοῦ εἶμι τοῦ ϲημαίνοντοϲ τὸ πορεύομαι. ἀλλ᾿ εἰ ἔτρεψεν τὸ ε εἰϲ η, οὐκ ἤμελλε φυλάττειν λείψανόν τι τοῦ πρωτοτύπου οἷον λέγω λόγοϲ, νέμω νόμοϲ, διδῶ δίδωμι, τιθῶ τίθημι, ἄρδω ἀρδεύω· τούτου χάριν προϲέλαβε τὸ ι καὶ γέγονεν εἰμί διὰ τῆϲ ει διφθόγγου, ἵνα φυλάξῃ τι τῆϲ φωνῆϲ τοῦ πρωτοτύπου. διατί δὲ πάλιν οὐκ ἔτρεψε τὸ ε εἰϲ η ἵνα μὴ ϲυνεμπέϲῃ τὸ ἠμί τὸ ϲημαῖνον τὸ λέγω τὸ γενόμενον ἀπὸ τοῦ φημί.

---

Herodianus, Περὶ ὀρθογραφίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg011.local001/.
