Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Α., Section 67
Aelius Herodianus, Περὶ ὀρθογραφίας 67.1
Not analysed yet
αἰζηόϲ. οὐκ ἔχει τὸ ῑ προϲγεγραμμένον. Ἀπολλώνιοϲ μὲν ὁ Ἀρχιβίου ϲὺν τῷ ῑ οἶδεν αὐτὸ λέγων γεγονέναι ἐκ τοῦ αἰζήϊοϲ. ἀλλ’ εἰ ἦν ἀπὸ τοῦ αἰζήϊοϲ, οὐκ ὤφειλεν ὀξύνεϲθαι, ἀλλὰ προπεριϲπᾶϲθαι. ἡ γὰρ ὀξεῖα καὶ βαρεῖα εἰϲ περιϲπωμένην ϲυνέρχονται οἷον Ἀχελώϊοϲ Ἀχελῷοϲ, ὑπερώϊον ὑπερῷον. ὥϲπερ οὖν ἀπὸ τοῦ Αἰτωλόϲ γίνεται Αἰτώλιοϲ κατὰ παραγωγὴν τοῦ αὐτοῦ ϲημαινομένου φυλαττομένου καὶ. ἀπὸ τοῦ κάπροϲ κάπριοϲ, οὕτω καὶ ἀπὸ τοῦ αἰζηόϲ αἰζήϊοϲ.