Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΡΘΟΓΡΑΦΙΑΣ., Περὶ ϲυντάξεωϲ., Section 7
Aelius Herodianus, Περὶ ὀρθογραφίας 7.1
Not analysed yet
7. E. Gud. 87, 52: ἀϲπάραγοϲ ὁ λεγόμενοϲ φάρυγξ. εἴρηται ἄνευ τοῦ α ϲφάραγοϲ παρὰ τὸ ϲφαραγεῖν ὅ ἐϲτιν ἠχεῖν, δι᾿ αὐτοῦ γὰρ ἡ φωνή φέρεται: Ἡρόδικοϲ δέ φηϲι πλεοναϲμῷ τοῦ α καὶ τοῦ ϲ εἶναι ἀϲφάραγον ἀντὶ τοῦ φάρυγγα. Πτολεμαῖοϲ δὲ ὅτι οἱονεὶ ἀϲπαίρει· ἄλλοι δὲ διὰ τὸ μὴ ϲπᾶϲθαι ἀϲπάραγον καὶ ἀϲφάραγον· κερατώδη γὰρ εἶναι. οἱ δὲ κατὰ πλεοναϲμὸν τοῦ α ἀϲφάραγον τὸν φέροντα τὴν φωνήν. οὕτωϲ Ἡρωδιανόϲ.