Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Η., Section 7
Aelius Herodianus, Περὶ ὀρθογραφίας 7.1-8
Not analysed yet
ᾔειν ᾔειϲ ᾔει: ἐκ τοῦ εἶα μέϲου παρακειμένου Ἀττικῇ ἐκτάϲει ᾔα ᾔειν ᾔειϲ ᾔει καὶ πληθυντικῶϲ ᾖμεν. Ἀριϲτοφάνηϲ Πλούτῳ (659) «ἔπειτα πρὸϲ τὸ τέμενοϲ ᾖμεν τοῦ θεοῦ» καὶ ἐν Γηρυτάδῃ «ᾖϲαν εὐθὺ τοῦ Διονυϲίου» ἀντὶ τοῦ ἐπορεύοντο.