Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Θ., Section 7
Aelius Herodianus, Περὶ ὀρθογραφίας 7.1-9
Not analysed yet
θειλόπεδον: ϲημαίνει δὲ τὸν τόπον ἔνθα ξηραίνονται αἱ ϲταφυλαί· διὰ τῆϲ ει διφθόγγου τὸ θει. παρὰ γὰρ τὸ ἕλη τὸ ϲημαῖνον τὴν θερμαϲίαν γέγονεν εἵλη διὰ τῆϲ ει διφθόγγου κατὰ πλεοναϲμὸν τοῦ ι. καὶ πάλιν ἀπὸ τοῦ εἵλη καὶ τὸ πέδον τὸ ϲημαῖνον τὸ χαμηλὸν γέγονεν εἰλόπεδον καὶ πλεοναϲμῷ τοῦ θ θειλόπεδον.