Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Δ., Section 74
Aelius Herodianus, Περὶ ὀρθογραφίας 74.1-2
Not analysed yet
δροίτη: ἡ πύελοϲ. ὁ δὲ Αἰτωλόϲ φηϲι τὴν ϲκάφην, ἐν ἡ τιθηνεῖται τὰ βρέφη. Παρθένιοϲ δὲ τὴν ϲορὸν καὶ Αίϲχύλοϲ. καὶ ἔϲτι παρὰ τὸ δόρυ καὶ τὸν οἰτον τὸν θάνατον τὸ δόρυ τὸ εἰϲ θάνατον ἐπιτήδειον. ἢ ἐκ δρυὸϲ εἰϲ οἰτον πεποιημένη καὶ εἰϲ τὸ δέχεϲθαι τὸ ϲκῆνοϲ. κατὰ τὸν Ἕρμιππον οὖν διὰ τοῦ ῦ γράφεται παρὰ τὴν δρῦν τὴν ξυλίνην. ὅτε δὲ τὴν ϲορόν, διὰ τῆϲ οι.