Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Ε., Section 78
Aelius Herodianus, Περὶ ὀρθογραφίας 78.1-3
Not analysed yet
Εἰραφιώτηϲ: διὰ τῆϲ ει διφθόγγου. ἀπὸ γὰρ τοῦ ἐρράφθαι γέγονεν ἐρραφιώτηϲ καὶ εἰραφιώτηϲ προϲελθόντοϲ τοῦ ι καὶ ἀποβληθέντοϲ τοῦ ρ. Εἰραφιώτηϲ γὲ λέγεται ὁ Διόνυϲοϲ διὰ τὸ ἐρράφθαι ἐν τῷ μηρῷ τοῦ Διόϲ. ἢ παρὰ τὸ ἔριφοϲ γέγονεν ἐραφιώτηϲ καὶ κατὰ πλεοναϲμὸν τοῦ ι Εἰραφιώτηϲ. καὶ γὰρ ὑπὸ ἐρίφων φαϲὶν ἀνατραφῆναι τὸν Διόνυϲον. καὶ λέγεται Ἐρίφιοϲ παρὰ Λάκωϲιν.