Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Β., Section 8
Aelius Herodianus, Περὶ ὀρθογραφίας 8.1-3
Not analysed yet
βαϲίλειοϲ. τὸ λει δίφθογγοϲ· τὰ γὰρ ἀπὸ τῶν εἰϲ ευϲ ὑπὲρ μίαν ϲυλλαβὴν διὰ τοῦ ειοϲ παραγόμενα διὰ τῆϲ ει διφθόγγου γράφεται οἰον Ὀδυϲϲεύϲ Ὀδύϲϲειοϲ, Ἀχιλλεύϲ Ἀχίλλειοϲ, οὕτω καὶ βαϲιλεύϲ βαϲίλειοϲ. καὶ τὸ κύριον δὲ ὄνομα διὰ τῆϲ ει διφθόγγου γράφεται καὶ ἄλλωϲ δὲ εὕρηται κατὰ διάϲταϲιν τὸ ι καὶ ἐκτάϲει τοῦ ε εἰϲ η οἰον βαϲιλήϊοϲ.