Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Ε., Section 80
Aelius Herodianus, Περὶ ὀρθογραφίας 80.1-3
Not analysed yet
εἴργω: δίφθογγοϲ. ἀπὸ γὰρ τοῦ ἐέργω γίνεται κατὰ κρᾶϲιν τῶν δύο εε εἰϲ τὴν ει δίφθογγον. καὶ ἄλλωϲ, ὅτι ἀνεφάνη τὸ ε ἐν τῷ ἔργαθεν ἢ διὰ τὸ ἀντιπαρακεῖϲθαι τὸ ο οἷον ὀργή. ἡ δὲ ὀργή εἴργει τινὰ τοῦ καλῶϲ βουλεύεϲθαι (pro βούλεϲθαι scripsi). τὰ δὲ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχει τὸ ι ἐγκείμενον, κτείνω κτόνοϲ, εἴρω ὅρμοϲ, οὕτω καὶ εἴργω ὀργή.