Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Ε., Section 9
Aelius Herodianus, Περὶ ὀρθογραφίας 9.1-5
Not analysed yet
ἐν χρῶ: ἰϲτέον ὅτι δύο μέρη λόγου εἰϲὶ τὸ ἐν χρῶ, πρόθεϲιϲ δηλονότι καὶ ὄνομα καὶ οὐχὶ ὥϲπερ τινὲϲ ἐνόμιϲαν ἐπίρρημα. γράφεται δὲ καὶ μετὰ τοῦ ν καὶ μετὰ τοῦ γ. καὶ προϲγραφομένου τοῦ ι ἡ κλίϲιϲ τοῦ χρωτόϲ Ἀττικῶϲ. ὁ χρώϲ γὰρ τοῦ χρῶ τῷ χρῷ τὸν χρώ ὤϲπερ Ἀττικῶϲ ὁ γέλωϲ τοῦ γέλω. μὴ προϲτραφομένου δὲ εὐδήλων ὡϲ ἀποκοπῆϲ γενομένηϲ τῆϲ τελευταίαϲ ϲυλλαβῆϲ ἐν χρῶ εἴρηται, χρωτί γὰρ ἀπεκόπη.