Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Ε., Section 90
Aelius Herodianus, Περὶ ὀρθογραφίας 90.1-2
Not analysed yet
εἴρυϲθαι τὸ φυλάξαι· ἔϲτι ἐρύω ἐρύϲω εἴρυκα εἴρυμαι εἴρυται καὶ τὸ ἀπαρέμφατον εἰρύϲθαι ὡϲ λελύϲθαι. ἀπὸ δὲ τοῦ ἔρυμι τὸ παθητικὸν ἔρυμαι καὶ τὸ ἀπαρέμφατον ἔρυϲθαι προπαροξυτόνωϲ καὶ πλεοναϲμῷ τοῦ ι ὡϲ ζεύγνυμι ζεύγνυϲθαι. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ εἱλκύϲθαι. εἰ μὲν ἀπὸ τοῦ ἑλκύω εἱλκύϲθαι, εἰ δὲ ἀπὸ τοῦ ἕλκυμι εἵλκυϲθαι.