Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Ε., Section 93
Aelius Herodianus, Περὶ ὀρθογραφίας 93.1-2
Not analysed yet
εἴρω τὸ ϲυμπλέκω διὰ τῆϲ ει διφθόγγου. ἀνεφάνη γὰρ ἐν τῷ ἕρμα τὸ κώλυμα. καὶ πάλιν ὅτι ἀντιπαρόκειται αὐτῷ τὸ ὅρμοϲ ὁ περιτράχηλοϲ κόϲμοϲ καὶ ὁ λιμὴν παρὰ τὸ εἴρειν καὶ ϲυμπλέκειν τὰϲ ναῦϲ. καὶ ἄλλωϲ, ὅτι οἱ Αἰολεῖϲ ὀρράτω λέγουϲιν. ἔϲτι δὲ ἐρῶ εἶρα ἔρρον τὸ προϲτακτικόν. ἔθοϲ γὰρ ἔχουϲι τὸ ε τρέπειν οιον ὄνειροϲ ὄνοιροϲ.