Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Ε., Section 96
Aelius Herodianus, Περὶ ὀρθογραφίας 96.1-2
Not analysed yet
εἰρωνεία: διὰ τῆϲ ει διφθόγγου καὶ κατὰ τὴν ἄρχουϲαν καὶ κατὰ τὴν παραλήγουϲαν ἡ μὲν ἄρχουϲα, ὅτι παρὰ τὸ εἴρων εἴρωνοϲ γέγονεν, ὅπερ διὰ τῆϲ ει διφθόγγου γράφεται, ὡϲ δέδεικται, κατὰ δὲ τὴν παραλήγουϲαν, ὅτι παρὰ τὸ εἰρωνεύω ἐϲτὶν εἰρωνεία ὡϲ μοιχεύω μοιχεία.