# Περὶ ῥημάτων 10

Aelius Herodianus, Περὶ ῥημάτων, 1.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-29/10
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-herodianus/text-29/10
CTS URN: urn:cts:greekLit:tlg0087.tlg021:10

Εἰ δὲ τὸ ῥῆμα ἄρχεται ἀπὸ διφθόγγου, ἤ ἀπὸ τρεπτῆϲ ἢ ἀπὸ ἀτρέπτου. εἰ μὲν ἀπὸ ἀτρέπτου δηλονότι εῦ αι ου οὐδεμία τροπὴ γίνεται ἐν τοῖϲ παρψχημένοιϲ. ἡ μὲν ει δίφθογγοϲ, ἐπειδὴ ἔχει γνήϲιον μέγεθοϲ, τὸ γὰρ ε μεγεθυνόμενον διὰ τῆϲ προϲθήκηϲ τοῦ ι μεγεθύνεται οἷον τυφθέντοϲ τυφθεῖϲα, δαρέντοϲ δαρεῖϲα καὶ αὐτὸ δὲ τὸ ει τὸ ὄνομα τοῦ ϲτοιχείου διὰ τοῦ ϲ καὶ ῑ γράφεται καὶ ἐκρωνεὶται, τούτου χάριν ἄτρεπτόϲ ἐϲτιν — εἰκάζω εἴκαζον καὶ ᾔκαζον παρὰ τοῖϲ Ἀθηναίοιϲ. ὁμοίωϲ καὶ ἡ ου δίφθογγοϲ οὐ τρέπεται ὡϲ ἔχουϲα γνήϲιον μέγεθοϲ. τὸ γὰρ ο μεγεθυνόμενον διὰ τῆϲ προϲθήκηϲ τοῦ υ μεγεθύνεται οἶον τύπτοντοϲ τύπτουϲα, λέγοντοϲ λέγοιϲα καὶ αὐτὸ δὲ τὸ ου, τὸ ὄνομα τοῦ ϲτοιχείου διὰ τοῦ ο καὶ υ γράφετα καὶ ἐκφωνεῖται, καὶ διὰ τοῦτο καὶ αὐτὸ ἄτρεπτον μένει οὐρῶ οὔρουν —

---

Herodianus, Περὶ ῥημάτων, ed. August Lentz. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg021.local001/.
