# Μονόβιβλον περὶ τοῦ μὴ πάντα τὰ ῥήματα κλίνεσθαι εἰς πάντας τοὺς χρόνους 2

Aelius Herodianus, Μονόβιβλον περὶ τοῦ μὴ πάντα τὰ ῥήματα κλίνεσθαι εἰς πάντας τοὺς χρόνους, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-5/2

2. ἡνίκα ὁ παθητικὸϲ παρακείμενοϲ ὁ ὁριϲτικὸϲ ἔχει πρὸ τοῦ μ ϲύμφωνον ἢ τὸ ῡ φωνῆεν, τότε τὸ εὐκτικὸν διὰ μετοχῆϲ ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματοϲ· ϲύμφωνον μὲν πρὸ τοῦ μ οἷον τέτυμμαι τετυμμένοϲ εἴην, κέκαρμαι κεκαρμένοϲ εἴην, λέλεγμαι λελεγμένοϲ εἴην· τὸ δὲ ῡ πρὸ τοῦ μ, οἷον τέθυμαι τεθυμένοϲ εἴην, λέλυμαι λελυμένοϲ εἴην, πεπαίδευμαι πεπαιδευμένοϲ εἴην, λέλουμαι λελουμένοϲ εἴην. διὰ τοῦτο δὲ γίνεται, ἐπειδὴ τὰ εἰϲ μην εὐκτικὰ θέλει πρὸ τοῦ μ δίφθογγον ἔχειν τὴν μετὰ τοῦ ῑ, οἶον τυπτοίμην, τυψαίμην· ἐὰν οὖν, ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ τὸ ῡ, γένηται εὐκτικὸν κατὰ τὴν ἀναλογίαν τοῦ ῑ πρὸ τοῦ μ προϲερχομένου, μέλλει εἶναι τὸ εὐκτικὸν τεθυίμην καὶ λελυίμην, ὅπερ ἐϲτὶν ἀδύνατον οὐδέποτε γὰρ μετὰ τὴν υι δίφθογγον ϲύμφωνον εὑρίϲκεται ἐπιφερόμενον, οἷον μυῖα καὶ τὰ λοιπά ἀλλὰ καὶ ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ ϲύμφωνον, ἐὰν γένηται τὸ εὐκτικὸν κατὰ ἀναλογίαν, μέλλει τοῦ ῑ πρὸ τοῦ μ προϲεχρομένου εἶναι τὸ εὐκτικὸν τετυμίμην καὶ ἐφθαρίμην καὶ λελεγίμην καὶ ἐϲπαρίμην, καὶ οὐκέτι εὑρίϲκεται πρὸ τοῦ μ τὸ ῑ ἐν διφθόγγῳ, ὅπερ ἐϲτὶν ἄτοπον· ὡϲ γὰρ εἴρηται, τὰ εἰϲ μην εὐκτικὰ θέλει πρὸ τοῦ μ δίφθογγον ἔχειν τὴν μετὰ τοῦ ῑ οἷον τυπτοίμην τυψαίμην τυφθηϲοίμην. τούτου οὖν χάριν, ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ ϲύμφωνον ἢ τὸ ῡ ἐν τῷ παθητικῷ παρακειμένῳ τῷ ὁριϲτικῷ, τὸ εὐκτικὸν διὰ μετοχῆϲ ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματοϲ. εἰ δέ τιϲ εἴποι καὶ γενέϲθαι κατὰ ὑπερβιβαϲμὸν τοῦ ῑ, ἵνα εὑρεθῇ ἐν διφθόγγῳ τὸ ῑ οἷον τετυίμμην, λελείγμην, ἐϲπαίρμην, λέγομεν ὅτι πρῶτον μὲν ἐν τῷ τετυίμμην εὑρεθήϲεται μετὰ τὴν υι δίφθογγον ϲύμφωνον ἐπιφερόμενον, ὅπερ ἀδύνατον, ἄλλωϲ τε δὲ ἐν τῷ λελείγμην καὶ ἐϲπαίρμην οὐχ εὑρεθήϲεται τὸ ῑ πρὸ τοῦ μ καὶ ἐν διφθόγγῳ, ἀλλὰ πρὸ τοῦ ἑτέρου ϲυμφώνου, ὅπερ ἐϲτὶν ἀδύνατον. ὡϲ γὰρ εἴρηται, τὰ εἰϲ μην εὐκτικὰ πρὸ τοῦ μ θέλει ἔχειν τὴν μετὰ τοῦ ῑ δίφθογγον οἷον τυπτοίμην, τυψαίμην. εἰ δέ τιϲ εἴποι πάλιν ἀποβάλλεϲθαι τὸ πρὸ τοῦ μ ϲύμφωνον καὶ λοιπὸν εὑρίϲκεται πρὸ τοῦ μ τὸ ῑ ἐν διφθόγγῳ οἷον λελείμην, ἐϲπαίμην, λέγομεν ὅτι ἐὰν ἀποβληθῇ τὸ ἓν ϲύμφωνον, ἀϲήμαντοϲ μένει ἡ λέξιϲ.

---

Herodianus, Μονόβιβλον περὶ τοῦ μὴ πάντα τὰ ῥήματα κλίνεσθαι εἰς πάντας τοὺς χρόνους, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg018.local001/.
