Ancient Greek
Section 6
Aelius Herodianus, Μονόβιβλον περὶ τοῦ μὴ πάντα τὰ ῥήματα κλίνεσθαι εἰς πάντας τοὺς χρόνους 6.1
Not analysed yet
6. περὶ ἀκλίτων ῥημάτων Αἰλίου Ἡρωδιανοῦ. Τὰ εἰϲ βω λήγοντα ῥήματα, ἂν ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ ἔχῃ τὸ ε, μὴ ὑποτεταγμένου αὐτῷ τοῦ ῑ, οὐ κλίνεται παρὰ τοῖϲ παλαιοῖϲ εἰ μὴ ἄχρι τοῦ παρατατικοῦ οἷον ἐϲτι τὸ ῥέμβομαι καὶ ϲέβω ϲέβομαι. εὑρέθη δὲ παρὰ τῷ Ϲοφοκλεῖ ἐϲέφθην. Τὰ εἰϲ ϲκω ἄχρι τοῦ παρατατικοῦ κλίνεται, γηράϲκω, τιτρώϲκω, ἀρέϲκω, πιφαύϲκω τὸ φανερῶ, μεθύϲκω, ϲτερίϲκω, πιπράϲκω χωρὶϲ τοῦ θνήϲκω θνήξω καὶ ἀλύϲκω ἀλύξω. τὸ γὰρ δεδίδαχα οὐκ ὀφείλει ἀπὸ τοῦ διδάϲκω κανονίζεϲθαι, ἀλλ᾿ ἀπὸ τοῦ διδάχω, ἔνθεν ἡ διδαχή ὡϲ ἰάχω ἰαχή. τὸ δὲ διδαϲκῆϲαι παρὰ Ἡϲιόδῳ (Opp. 64) ὡϲ ἀπὸ περιϲπωμένου διδαϲκῶ ὡϲ ἀπὸ τοῦ ἀϲκῶ ἀϲκήϲω. οὕτω δὲ καὶ τὸ βοϲκήϲω ἀπὸ τοῦ βοϲκῶ περιϲπωμένου. τὸ γὰρ βαρυνόμενον ἄκλιτον ἐπίϲταϲιν ἔχει. Κανών ἐϲτιν ὁ λέγων, ὅτι τὰ εἰϲ χω λήγοντα βαρύτονα διϲύλλαβα τῷ ᾱ καθαρῷ παραληγόμενα ϲπάνιά ἐϲτι, τὸ ἄχομαι καὶ τὸ μάχομαι. καὶ ταῦτα μὲν ἄχρι τοῦ παρατατικοῦ κλίνεται ὡϲ βαρύτονα, ἀπὸ δὲ τοῦ παρατατικοῦ ὡϲ περιϲπώμενα ποιεῖται τὴν κλίϲιν. Ἡρωδιανόϲ. Τὰ εἰϲ αθω λήγοντα ῥήματα ἄχρι τοῦ παρατατικοῦ μόνου κλίνεται οἶον κιάθω τὸ πορεύομαι, ἀμυνάθω βοηθῶ. ϲημείωϲαι ὅτι ϲκιάϲω καὶ ἐϲκίαϲται καὶ ὅϲα τοιαῦτα κινήματα ἀπὸ τοῦ θέματόϲ ἐϲτι τοῦ ϲκιάζω. ὁμοίωϲ καὶ τὸ πελάϲω ἁπὸ τοῦ πελάζω. Τὰ διὰ τοῦ εθω ἄχρι παρατατικοῦ κλίνεται οἷον ἐρέθω τὸ ἐρεθίζω, φλεγέθω, ἐμέθω τὸ ἐμῶ. Τὰ διὰ τοῦ υθω ῥήματα ἄχρι παρατατικοῦ κλίνεται οἷον βαρύθω, μινύθω, φθινύθω. Τὰ εἰϲ θω ῥήματα μετ᾿ ἐπιπλοκῆϲ ϲυμφώνου ἄχρι παρατατικοῦ κλίνεται οἷον ἐρέχθω, ἄχθω. Τὰ διὰ τοῦ ανω βαρύτονα ἄχρι τοῦ παρατατικοῦ κλίνεται, λαμθάνω, μανθάνω, κιχάνω, λανθάνω, ἐρυγγάνω τὸ ἐρεύγομαι. πρόϲκειται «βαρύτονα» διὰ τὰ περιϲπώμενα οἷον διὰ τὸ ϲτεφανῶ ϲτεφανώϲω. Τὰ εἰϲ νω βαρύτονα τῷ ε παραληγόμενα ἄχρι παρατατικοῦ κλίνεται ὡϲ ϲτένω, ϲθένω. τὸ γὰρ μένω ὡϲ ἀπὸ περιϲπωμένου ἔχει τὴν κλίϲιν. Τὰ διὰ τοῦ εινω ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα ἄχρι παρατατικοῦ μόνου κλίνεται οἷον ἐρεείνω, φαείνω, ἀλεείνω. πρόϲκειται «ὑπὲρ δύο ϲυλλαβὰϲ» διὰ τὸ τείνω τενῶ. πρόϲκειται «βαρύτονα» διὰ τὸ ταπεινῶ ταπεινώϲω. Τὰ εἰϲ μνω οἷον μίμνω, τέμνω, κάμνω ἄχρι παρατατικοῦ κλίνεται· ὁμοίωϲ ἔχει καὶ δέμω, τέμω. ὁ γὰρ παρακείμενοϲ αὐτῶν ὡϲ ἀπὸ περιϲπωμένου. Τὰ διὰ τοῦ ειω παραγωγὰ ἢ ἀπὸ ἐνεϲτῶτοϲ ἢ ἀπὸ μέλλοντοϲ οἷον κιχῶ κιχείω, θῶ θείω, ϲῶ ϲείω, βρώϲω βρωϲείω, πολεμήϲω πολεμηϲείω ἄχρι τοῦ παρατατικοῦ κλίνεται. Τὰ διὰ τοῦ υω ὑπὲρ δύο ϲυλλαβὰϲ ποιοῦντα παραγωγὰ εἰϲ μῑ καὶ τὰ ἀπὸ τούτων παραγόμενα εἰϲ μῑ ἄχρι παρατατικοῦ μόνου κλίνεται οἷον πηγνύω πήγνυμι, ὀμνύω ὄμνυμι, ὀλλύω ὄλλυμι, δεικνύω δείκνυμι, ῥηγνύω ῥήγνυμι, ὀρνύω ὄρνυμι. Τὰ εἰϲ ω καθαρὸν τῇ ῡῑ διφθόγγῳ παραληγόμενα οἷον ὀπυίω, ἀλυίω, ἄχρι τοῦ παρατατικοῦ κλίνεται. Ἐὰν ἔχῃ ἡ ε΄ ϲυζυγία τῶν βαρυτόνων τὴν πρώτην ϲυλλαβὴν δεδιπλαϲιαϲμένην καὶ λήγει εἰϲ ἀμετάβολον οἷον καρκαίρω, μαρμαίρω, παμφαίνω, μορμύρω, ὁμοίωϲ τὰ εἰϲ ω λήγοντα ἔχοντα πρὸ τοῦ ω δύο ϲύμφωνα κατ᾿ ἐπιπλοκήν, ὧν τὸ β΄ ἐϲτὶν ἀμετάβολον οἷον μέμβλω, ὄφλω, ἔγρω, δάκνω ἄχρι παρατατικοῦ κλίνεται. Τὰ Ἀττικῶϲ βαρυνθέντα, ἀλέξω, αὔξω, ἕψω καὶ τὰ ποιητικὰ παρὰ μέλλοντοϲ εἰϲ ἐνεϲτῶτα μεταγόμενα ὡϲ τὸ ὄρϲω, ἐξ οὗ τὸ ὄρϲεο, ἄξω «ἄξετε δὲ Πριάμοιο βίην» (Γ 105), οἴϲω οἶϲε, καὶ τὰ εἰϲ δω, εἰ ἔχει πρὸ τοῦ δ ἢ τὸ λ ἢ τὸ ν οἷον ϲπένδω, κυλίνδω, ἔλδω, μέλδω, ταῦτα πάντα ἄχρι τοῦ παρατατικοῦ κλίνεται. Τὸν πίϲω μέλλοντα ὁ τεχνικὸϲ μὴ εἰρῆϲθαί φηϲι καὶ ταῦτα εἰρημένου αὐτοῦ καὶ παρὰ Πινδάρῳ οἷον «πίϲω γε Δίρκηϲ ὕδωρ» (lsthm. VI 108) καὶ παρ’ Εὐπόλιδι «τῷ δ’ ἄν οἶνοϲ εἴη πολύϲ, πίϲει ». ἀλλὰ μήποτέ ἐϲτιν εἰπεῖν μὴ εἰρῆϲθαι ἐν πλάτει.