# Περὶ διχρόνων 52

Aelius Herodianus, Περὶ διχρόνων, Paragraph 52. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-9/52

Τὰ εἰϲ ϲι λήγοντα ῥήματα τὴν πρὸ τέλουϲ ἔχει φύϲει μακράν, ἑϲτήκαϲι, βεβαϲιλεύκαϲι, τετύφαϲι, γεγράφαϲι, νενοήκαϲιν. οἱ μέντοι ποιηταὶ πολλάκιϲ ἐπὶ τούτοιϲ ϲυϲτολὰϲ ποιοῦνται, ὡϲ παρὰ Ξενοφάνει ἐξ ἀρχῆϲ καθ᾿ Ὅμηρον ἐπεὶ μεμαθήκαϲι πάντεϲ, καὶ πάλιν ὁππόϲα δὴ θνητοῖϲι πεφήναϲιν εἰϲοράαϲθαι, καὶ παῤ Ἀντιμάχῳ οἱ δὲ πάροιθε πόνοιο νενεύκαϲιν ἄλλοϲ ἐπ᾿ ἄλλῳ, καὶ παρὰ Ὁμήρῳ τιμὴν δὲ λελόγχαϲι (λ 304). τοιοῦτο δὲ καὶ τὸ ἀμφὶ δὲ δένδρεα μακρὰ πεφύκαϲι (η 114), καὶ ἕτερα πλεῖϲτα.

---

Herodianus, Περὶ διχρόνων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg004.local001/.
