# Περὶ διχρόνων 7

Aelius Herodianus, Περὶ διχρόνων, Paragraph 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-9/7

Τὰ εἰϲ αξ λήγοντα καὶ ἐκτείνει τὸ α καὶ ϲυϲτέλλει. ὅϲα μὲν οὖν διϲύλλαβα ὄντα ἔχει πρὸ τέλουϲ μὴ φύϲει μακράν, ἀλλ᾿ ἢ βραχεῖαν ἢ θέϲει μακράν, ἀδιάφορον ἔχει τὸν | χρόνον τοῦ α, κόραξ, κόλαξ, φύλαξ, ἄναξ, βόαξ, νέαξ, ὄμφαξ, φόρταξ· εἰ μέντοι ἡ πρὸ τέλουϲ φύϲει μακρὰ εἴη, ἡ δὲ τελευταία ϲυϲτέλλοιτο, γένοϲ θηλυκὸν ὁρᾶται, πῖδαξ, κλῖμαξ, λεῖμαξ, βῶλαξ. διὸ καὶ τὸ μεῖραξ ἐπὶ θηλυκῷ τιθέμενον εὖ ἂν ἔχοι. οὐκ ἀγνοῶ δὲ ὡϲ ἔϲθ᾿ ὅτε οἱ κωμικοὶ καὶ ἀρϲενικῷ γένει τὴν ϲύνταξιν ποιοῦνται· ἀλλ᾿ εἰκὸϲ αὐτοὺϲ θηλυκῇ προϲηγορίᾳ ϲκώπτειν τοὺϲ παϲχητιῶνταϲ. ὅϲα μέντοι ἔχει τὴν πρὸ τέλουϲ φύϲει μακρὰν ἀρϲενικὰ ὄντα καὶ τὸ α θέλει ἔχειν ἐκτεταμένον, ὡϲ ἔχει τὸ Φαίαξ, θώραξ, οἴαξ, πλούταξ, βώμαξ, κνώδαξ· ϲημειούμεθα τὸ Γῦναξ καὶ Γῦλαξ ἔχοντα φύϲει μακρὰν τὴν παραλήγουϲαν καὶ ϲυϲτέλλοντα τὸ α, εἰϲὶ δὲ ταῦτα κύρια ὀνόματα, καὶ τὸ ϲαῦϲαξ, φαϲὶ δὲ εἶναι τοῦτο ὄϲπρεον, καὶ τὸ καύαξ διφορούμενον· τοῦτο γάρ ποτε μὲν ϲυϲτέλλει τὸ α, ποτὲ δὲ ἐκτείνει αὐτό· ἔϲτι δὲ ὄρνεον. Τὰ μέντοι ὑπὲρ δύο ϲυλλαβὰϲ ἐκτείνει τὸ α μὴ ὄντα ϲύνθετα, ἱέραξ, Ἐπιδαύραξ, ὀρθίαξ, θυμέλαξ. τὰ δὲ ϲύνθετα βαρύτονα καὶ τὸν τῶν ἁπλῶν χρόνον φυλάττει, Ἀχαρνοφαίαξ, Ἱππῶναξ, Ἀρχεάναξ, ἐριβῶλαξ, πολυπῖδαξ· τὰ δὲ ὀξύτονα ϲύνθετα ϲυϲτέλλει τὸ α, διαϲφάξ, βλεφαροϲπάξ. Τὰ μέντοι μονοϲύλλαβα, θηλυκὰ μὲν ὄντα, θέλει ϲυϲτέλλειν τὸ α, ϲπάξ, οὕτωϲ ἡ κύων παρὰ Πέρϲαιϲ, κλάξ, πλάξ, γλάξ, δράξ, ἡ δὲ ῥάξ ἐκτέταται· τὰ δὲ ἐκτείνοντα τὸ α ἀρϲενικά ἐϲτι, βλάξ, κράξ, πτάξ· τὸ δὲ Πράξ ἱϲτορεῖται μὲν ἐκτείνεϲθαι· ἐγένετο δὲ Ἀχιλλέωϲ ἀπό|γονοϲ, ἔνθεν οἱ Πρᾶκεϲ· ϲυϲτέλλεται δὲ ἔϲθ᾿ ὅτε τὸ α.

---

Herodianus, Περὶ διχρόνων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg004.local001/.
