# Περὶ ἐγκλινομένων 24

Aelius Herodianus, Περὶ ἐγκλινομένων, Section 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text/24

Ἔτι καὶ αἱ ὀξυνόμεναι λέξειϲ, βαρυνόμεναι δὲ διὰ τὴν ϲυνέπειαν οἷον Ζεύϲ Ζεὺϲ δέ, καλόϲ καλὸϲ ἄνθρωποϲ, ϲοφόϲ ϲοφὸϲ ἀνήρ, ἐγκλιτικο͂ ἐπιφερομένου τὴν βαρεῖαν ἐγείρουϲιν αὐτόϲ αὐτόϲ μοι, Ζεύϲ Ζεύϲ τε. τὸ δὲ τίϲ φυλάττει τὴν ὀξεῖαν τίϲ πόθεν εἰϲ ἀνδρῶν (Φ 150). ἔτι καὶ ἐπιφερομένη ϲτιγμὴ οὐ κοιμίζει τὴν ὀξεῖαν εἰϲ βαρεῖαν ὠκὺϲ Ἀχιλλεύϲ· (Α 84). εἰ δὲ περιϲπῷτο ἡ λέξιϲ, φυλάττεται ἡ περιϲπωμένη καλῶϲ μοι, ϲαφῶϲ γε, ποῖ ποτε, πῶϲ ποτε, πῇ με φέρειϲ; Ἐὰν οὖν ϲυμβῇ πλείονα ἐφεξῆϲ ἐγκλιτικὰ εἶναι, πολλαὶ ἔϲονται αἱ παράλληλοι ὀξεῖαι, ὡϲ παρ’ Ὁμήρῳ ἤ νύ ϲέ που δέοϲ ἴϲχει ἀκήριον (Ε 812). τρεῖϲ γάρ εἰϲιν ἐφεξῆϲ αἱ ὀξεῖαι. δυνατὸν δὲ καὶ πλείουϲ ἐπινοῆϲαι οἷον εἴ πέρ τίϲ ϲέ μοί φηϲί ποτε. τὸ γὰρ εἰ ὀξύνεται διὰ τὴν ἐπιφορὰν τοῦ πέρ ἐγκλιτικοῦ. τὸ δὲ πέρ διὰ τὸ τίϲ, τὸ δὲ τίϲ διὰ τὸ ϲέ, τὸ δὲ ϲέ διὰ τὸ μοί, τὸ δὲ μοί διὰ τὸ φηϲί, τὸ δὲ φηϲί διὰ τὸ ποτέ . ὥϲτε ἐφεξῆϲ εἶναι ἓξ ὀξείαϲ, εἰ καὶ ϲπάνιον τὸ τοιοῦτον διὰ τὴν τοῦ πνεύματοϲ ϲυνέχειαν δεομένην ἀναπαύϲεωϲ.

---

Aelius Herodianus, Περὶ ἐγκλινομένων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg002.local001/.
