# Progymnasmata ΠΕΡΙ ΔΙΗΦΗΜΑΤΟΣ..1

Aelius Theon, Progymnasmata, ΠΕΡΙ ΔΙΗΦΗΜΑΤΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-theon/progymnasmata/%CE%A0%CE%95%CE%A1%CE%99%20%CE%94%CE%99%CE%97%CE%A6%CE%97%CE%9C%CE%91%CE%A4%CE%9F%CE%A3..1

Διήγημά ἐστι λόγος ἐκθετικὸς πραγμάτων γεγονότων ἢ ὡς γεγονότων. στοιχεῖα δὲ τῆς διηγήσεώς εἰσιν ἕξ, τό τε πρόσωπον, εἴτε ἒν εἴη εἴτε πλείω, καὶ τὸ πρᾶγμα τὸ πραχθὲν ὑπὸ τοῦ προσώπου, καὶ ὁ τόπος ἐν ᾧ ἡ πρᾶξις, καὶ ὁ χρόνος καθʼ ὃν ἡ πρᾶξις, καὶ ὁ τρόπος τῆς πράξεως, καὶ ἕκτον ἡ τούτων αἰτία. τούτων δὲ ὄντων τῶν ἀνωτάτω στοιχείων, ἐξ ὧν συμπληροῦται ἡ τελεία διήγησις, ἐξ ἀπάντων αὐτῶν καὶ τῶν συνεδρευόντων αὐτοῖς συνέστηκεν, ἐλλιπὴς δέ ἐστιν ἥ τινος τούτων ἐπιδέουσα. παρακολουθεῖ δὲ τῶ μὲν προσώπῳ γένος, φύσις, ἀγωγή, διάθεσις, ἡλικία, τύχη, προαίρεσις, πρᾶξις, λόγος, θάνατος, τὰ μετὰ θάνατον. τῷ δὲ πράγματι μέγα ἢ σμικρόν, κινδυνῶδες ἢ ἀκίνδυνον, δυνατὸν ἢ ἀδύνατον, ῥάδιον ἢ δυσχερές, ἀναγκαῖον ἢ οὐκ ἀναγκαῖον, συμφέρον ἢ ἀσύμφορον, δίκαιον ἢ ἄδικον, ἔνδοξον ἢ ἄδοξον. τῷ δὲ χρόνῳ παρέπεται τὸ παρεληλυθός, τὸ ἐνεστός, τὸ μέλλον, τί πρῶτον ἢ δεύτερον καὶ τὰ ἑξῆς, ἢ τί τῷ καθʼ ἡμᾶς βίῳ πρέπει, τί τῷ παλαιῷ, ἐπὶ πᾶσιν αἱ προθεσμίαι, ἃς κατὰ κοινὸν ἢ κατʼ ἰδίαν ἄνθρωποι συντίθενται ἔπειτα χειμῶνος ὄντος ἢ ἔαρος, θέρους ἢ μετοπώρου, νυκτὸς οὔσης ἢ μεθ’ ἡμέραν, ἐκκλησίας οὔσης ἐγένετο τὸ πρᾶγμα ἢ πομπῆς ἢ ἑορτῆς καὶ πότερον γάμων ὄντων, ἢ φίλων ὑποδοχῆς, ἢ πένθους, ἤ τοιαύτης βιωτικῆς περιστάσεως. τῷ δὲ τόπῳ παρακολουθεῖ μέγεθος, διάστημα, γειτνιῶσα πόλις ἢ χώρα, ἱερὸς ἦν ὁ τόπος ἢ βέβηλος, ἴδιος ἢ ἀλλότριος, ἔρημος ἢ οἰκούμενος, ὀχυρὸς ἢ ἐπισφαλής, πεδινὸς ἢ ὀρεινός, ἄνυδρος ἢ κάθυγρος, ψιλὸς ἢ δενδρώδης, καὶ πάντα τὰ παραπλήσια. τῷ δὲ τρόπῳ ἀκουσίως ἢ ἑκουσίως ἑκάτερον δὲ εἰς τρία διαιρεῖται, τὸ μὲν ἀκούσιον εἰς ἄγνοιαν καὶ τύχην καὶ ἀνάγκην, τὸ δὲ ἑκούσιον, πότερον βίᾳ γέγονεν ἢ λάθρα ἢ ἀπάτῃ. τῇ δὲ αἰτία τῶν πράξεων παρέπεται, πότερον ἕνεκεν ἀγαθῶν κτήσεως γέγονεν ἢ χάριν κακοῦ ἀπαλλαγῆς, ἢ διὰ φιλίαν, ἢ διὰ γυναῖκα, ἢ τέκνων χάριν, ἢ διὰ τὰ πάθη θυμόν, ἔρωτα, μῖσος, φθόνον, ἔλεον, μέθην, καὶ τὰ τούτοις ὅμοια. Ἀρεταὶ δὲ διηγήσεως τρεῖς, σαφήνεια, συντομία, πιθανότης. διὸ μάλιστα μέν, εἰ δυνατόν ἐστιν, ἁπάσας τὰς ἀρετὰς ἔχειν δεῖ τὴν διήγησιν ἐὰν δὲ τοῦτο ἀμήχανον εἴη, τὸ μῆ ἐναντίαν εἶναί πως τὴν συντομίαν τῇ τε σαφηνείᾳ καὶ τῇ πιθανότητι, τοῦ κατεπείγοντος μᾶλλον στοχαστέον, οἷον, εἰμὲν εἴη τὸ πρᾶγμα φύσει περισκελές, ἐπὶ τὴν σαφήνειαν ἰτέον καὶ πιθανότητα· εἰ δὲ ἁπλοῦν καὶ μὴ πολύπλοκον, ἐπὶ τὴν συντομίαν καὶ τὴν πιθανότητα. δεῖ γὰρ ἔχεσθαι ἀεὶ τοῦ πιθανοῦ ἐν τῇ διηγήσει τοῦτο γὰρ αὐτῆς μάλιστα ἴδιον ὑπάρχει· καὶ τούτου μὴ προσόντος αὐτῇ, ὅσῳ ἂν σαφὴς καὶ σύντομος ᾗ, τοσούτῳ μᾶλλον ἀπιστοτέρα τοῖς ἀκούουσι καταφαίνεται. ἐὰν δὲ τὸ πρᾶγμα φύσει πιθανὸν ᾖ, χρηστέον πῆ μὲν τῇ συντομίᾳ, τὸ δὲ πλεῖστον τοῖς κατασκευάζουσι καὶ εἰς πιθανότητα ἄγουσι τὸ προκείμενον· ἔτι δὲ τὰ μὲν λυπήσοντα τούς ἀκουσομένους συντομώτατα διηγητέον, ὡς Ὅμηρος, κεῖται Πάτροκλος. τοῖς δὲ εὐφραίνουσιν ἐνδιατριπτέον, ὥσπερ ὁ αὐτὸς ποιητὴς τοῖς Φαίαξιν οὖσιν φιλομύθοις πεποίηκε τὸν Ὀδυσσέα μετὰ πολλῆς ἀκριβείας καὶ σχολῆς τὰ καθʼ ἑαυτὸν διηγούμενον. Σαφὴς δὲ ἡ διήγησις γίνεται διχόθεν, ἐξ αὐτῶν τῶν ἀπαγγελλομένων πραγμάτων, καὶ ἐκ τῆς λέξεως τῆς ἀπαγγελίας, ἧς τὰ πράγματα. ἐκ μὲν οὖν τῶν πραγμάτων, ὅταν λεγόμενα τὰ πράγματα μὴ τὴν κοινὴν ἐκφεύγῃ διάνοιαν, οἷα τὰ ἐν τῇ διαλεκτικῇ καὶ τὰ ἐν γεωμετρίᾳ, ἢ ὅταν μὴ πολλὰ ὁμοῦ διηγῆταί τις, ἀλλὰ καθʼ ἕκαστον εἰς τέλος προάγῃ, ὅπερ ἐγκαλοῦσί τινες τῷ Θουκυδίδῃ· διελών γὰρ ἱστορίας κατὰ θέρη καὶ χειμῶνας πολλάκις ἀναγκάζεται, πρὶν τελεσθῇ τὸ ὅλον πρᾶγμα, μεταβαίνειν ἐφʼ ἕτερόν τι γεγονὸς ὑπὸ τὸν αὐτὸν καιρόν· εἶτα τὸ ὑπόλοιπον τοῦ πράγματος ἐφʼ ἑτέρου χειμῶνος ἢ θέρους πραχθὲν διηγεῖται· ἐνίοτε δὲ καὶ τρίτου καὶ τετάρτου ἐδεήθη, μέχρις ἄν εἰς τέλος προέλθῃ τοῦ πράγματος, οὗπερ ἐξ ἀρχῆς διηγεῖτο, ἀεὶ τὰ καθʼ ἕκαστον καιρὸν γινόμενα συναναλαμβάνων τῇ πρώτῃ διηγήσει, ὥστε ἄμα μὲν ἀσαφῆ, ἄμα δὲ δυσμνημόνευτα γενέσθαι τὰ πράγματα. φυλακτέον δὲ καὶ τὸ μὴ συγχεῖν τοὺς χρόνους καὶ τὴν τάξιν τῶν πραγμάτων, ἔτι τε καὶ τὸ δὶς τὰ αὐτὰ λέγειν· οὐδὲν γὰρ ἧττον τῶν ἄλλων καὶ τοῦτο συγχεῖ τὴν διάνοιαν. παραιτητέον δὲ καὶ τὸ παρεκβάσεις ἐπεμβάλλεσθαι μεταξύ διηγήσεως μακράς. οὐ γὰρ ἀπλῶς χρὴ πᾶσαν παραιτεῖσθαι, καθάπερ ὁ Φίλιστος· ἀναπαύει γὰρ τὴν διάνοιαν τῶν ἀκροατῶν, ἀλλὰ τὴν τηλικαύτην τὸ μῆκος, ἥτις ἀπαλλοτριοῖ τὴν διάνοιαν τῶν ἀκροωμένων, ὥστε δεῖσθαι πάλιν ὑπομνήσεως τῶν προειρημένων, ὡς Θεόπομπος ἐν ταῖς Φιλιππικαῖς. δύο γάρ που καὶ τρεῖς καὶ πλείους ἱστορίας ὅλας κατὰ παρέκβασιν εὑρίσκομεν, ἐν αἷς οὐχ ὅπως Φιλίππου, ἀλλʼ οὐδὲ Μακεδόνος τινὸς ὄνομά ἐστιν. ἀσαφὴς δὲ γίνεται διήγησις παρὰ τὴν ἔλλειψιν ὧν ἐχρῆν ἀναγκαίως μνήμην ποιήσασθαι, καὶ παρὰ τὴν τῶν ἀποκεκρυμμένων ἱστοριῶν ἀλληγορίαν. Κατὰ δὲ τὴν λέξιν φυλακτέον τῷ σαφηνίζοντι τὸ ποιητικὰ ὀνόματα λέγειν καὶ πεποιημένα καὶ τροπικὰ καὶ ἀρχαῖα καὶ ξένα καὶ ὁμώνυμα. ποιητικὰ μὲν οὖν ἐστιν, ὅσα τινὸς ἐξηγήσεως δεῖται, οἷον κρήγυον, ἀντιφερίζειν, μάρνασθαι καὶ τὰ τοιαῦτα. πεποιημένα δὲ οἷον κέλαδος, κόναβος, κελαρύζειν καὶ τὰ τοιαῦτα. τροπικὰ δὲ οἷον, τεῖχος τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς. διὰ γὰρ τῆς τροπῆς ταύτης ἐσήμανεν ὁ Πύθιος τοῖς Ἀθηναίοις, ἐκλιπόντας τὴν πόλιν εἰς τὰς ναῦς ἐμβῆναι, καὶ ταύταις οἷον τείχει χρήσασθαι. ἀρχαῖα δὲ τὰ πάλαι μὲν συνήθη, νῦν δὲ ἐκλελοιπότα, ὡς λέγει Δημοσθένης ἐν ῷ κατὰ Ἀριστοκράτους περὶ τοῦ Δράκοντος νόμου τὸ δὲ μηδʼ ἀποινᾶν μὴ χρήματα πράττεσθαι· τὰ γὰρ χρήματα ἄποινα ὠνόμαζον οἱ παλαιοί. ξένα δὲ τὰ ἑτέροις μὲν ἐπιχώρια, τοῖς δὲ ἄλλοις οὐ συνήθη, ὡς εἴ τις ἀγορὰν ὀνομάζει τὸν λιμένα, καθάπερ Θετταλοί, ἢ κλεινὸν ἀντὶ τοῦ ἐρωμένου, ὡς Κρῆτες. ὁμώνυμα δέ ἐστιν, ὧν φωνὴ μὲν καὶ ὄνομα τὸ αὐτό, ἕτερον δὲ τὸ σημαινόμενον ὑπὸ τῆς φωνῆς, οἷον παῖς· σημαίνει γὰρ καὶ τὸν υἱὸν καὶ τὸν καθʼ ἡλικίαν παῖδα καὶ τὸν δοῦλον. Ἀσαφῆ δὲ τὴν ἑρμηνείαν ποιεῖ καὶ ἡ λεγομένη ἀμφιβολία πρὸς τῶν διαλεκτικῶν, παρὰ τὴν κοινὴν τοῦ ἀδιαιρέτου τε καὶ διῃρημένου, ὡς ἐν τῷ ΑΥΛΗΤΡΙΣ πεσοῦσα δημοσία ἔστω ἓν μὲν γάρ τί ἐστι τὸ ὑφʼ ἓν καὶ ἀδιαίρετον, αὐλητρὶς ἔστω πεσοῦσα δημοσία, ἕτερον δὲ τὸ διῃρημένον, αὐλὴ τρὶς πεσοῦσα ἔστω δημοσία. ἔτι δὲ καὶ ὅταν τι μόριον ἄδηλον ᾖ, μετὰ τίνος συντέτακται, οἷον ΟΥΚΕΝΤΑΥΡΟΙΣ ὁ Ἡρακλῆς μάχεται· σημαίνει γὰρ δύο, οὐχὶ κενταύροις ὁ Ἡρακλῆς μάχεται, καὶ οὐχὶ ἐν ταύροις ὁ Ἡρακλῆς μάχεται. ὁμοίως δὲ ἀσαφὴς γίνεται φράσις καὶ ὅταν τι σημαῖνον μόριον ἄδηλον ᾖ, μετὰ τίνος συντέτακται, οἷον οἱ δὲ καὶ ἀχνύμενοί περ ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν. ἀμφίβολον γὰρ πότερον ἐπὶ τῷ Θερσίτῃ ἀχνύμενοι, ὅπερ ἐστὶ ψεῦδος, ἢ ἐπὶ τῇ καθολκῇ τῶν νεῶν καὶ πάλιν, δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα. πότερον τὸν δῆμον ἢ τὸν Ἐρεχθέα φησὶν ὑπὸ τῆς Ἀθηνᾶς τραφῆναι καὶ τεκεῖν τὴν γῆν. παρὰ ταύτην δὲ τὴν ἀμφιβολίαν τὰ Ἡρακλείτου τοῦ φιλοσόφου βιβλία σκοτεινὰ γέγονε κατακόρως αὐτῇ χρησαμένου ἤτοι ἐξεπίτηδες, ἢ καὶ διʼ ἄγνοιαν. παρατηρητέον δὲ καὶ τὸ μὴ ὑπερβατοῖς χρῆσθαι, οἷά ἐστι τὰ πολλὰ τῶν Θουκυδίδου· οὐ γὰρ καθόλου τὸ τῶν ὑπερβατῶν γένος ἀποδοκιμάζομεν· ποικίλη γὰρ διὰ τούτου καὶ οὐκ ἰδιωτικὴ γίνεται ἡ φράσις· μηδὲ μεταξυλογίαις, καὶ ταύταις διὰ μακροῦ τὰ γὰρ ἐγγὺς λαμβάνοντα τὴν ἀπόδοσιν οὐ λυπεῖ τοὺς ἀκροατάς. καὶ μέντοι καὶ τὸ ἐλλείπειν τινὰ ὀνόματα πρὸς τὴν σαφήνειαν ἐναντίον ἐστί. παραφυλακτέον δὲ καὶ τὸ παραλλήλους τιθέναι τὰς πτώσεις ἐπὶ διαφόρων προσώπων· ἀμφίβολον γὰρ γίνεται τὸ ἐπὶ τίνα φέρεσθαι, οἷον ἐπὶ μὲν τῆς αἰτιατικῆς, ἐφʼ ἧσπερ καὶ μόνης τῶν πτώσεων πολλοὶ γίνεσθαι τὴν ἀμφιβολίαν νομίζουσιν, ὡς παρὰ Δημοσθένει κατὰ Μειδίου, ἴσασιν Εὐαίωνα πολλοὶ τὸν Λεωδάμαντος ἀδελφὸν ἀποκτείναντα Βοιωτὸν ἐν δείπνῳ· ἄδηλον γὰρ πότερον Εὐαίων ἀπέκτεινε Βοιωτὸν ἢ Βοιωτὸς Εὐαίωνα, ὅπερ ἐστὶ ψεῦδος· ἀλλὰ καὶ ὁ Λεωδάμαντος ἀδελφὸς πότερον Εὐαίων ἐστὶν ἢ Βοιωτός; ἐπὶ δὲ τῆς εὐθείας, ὡς παρʼ Ἡροδότῳ ἐν τῇ πρώτῃ· εἰσὶ δὲ καὶ Αἰγύπτιοι Κόλχοί· ἄδηλον γὰρ πότερον οἱ Αἰγύπτιοι Κόλχοι εἰσιν ἢ τοὐναντίον οἱ Κολχοὶ Αἰγύπτιοι. τὸ δʼ αὐτὸ καὶ ἐπὶ τῆς γενικῆς καὶ δοτικῆς, Κολχῶν δὲ ὄντων Αἰγυπτίων· καί, Κολχοῖς δὲ οὖσιν Αἰγυπτίοις· ἐπὶ μὲν οὖν τῆς αἰτιατικῆς ἀναμφισβήτητόν ἐστιν, ἐπὶ δὲ τῶν ἄλλων πτώσεων φανερόν, ὅτι προσθέσει ἄρθρων οὐκέτι ἀμφίβολος γίνεται ἡ λέξις· εἰσὶ δὲ Αἰγύπτιοι οἱ Κολχοί· δῆλον γὰρ γέγονεν, ὅτι περὶ Κολχῶν λέγει, ὥς εἰσιν Αἰγύπτιοι. Ὁμοίως δὲ ἔσται καὶ σύντομος ἡ διήγησις ἐκ τῶν πραγμάτων καὶ τῆς λέξεως. ἔστι γὰρ ἡ συντομία λόγος τὰ καιριώτατα τῶν πραγμάτων σημαίνων, μήτε προστιθεὶς τὸ μὴ ἀναγκαῖον μήτε ἀφαιρῶν τὸ ἀναγκαῖον κατὰ τὰ πράγματα καὶ τὴν λέξιν. ἐκ μὲν οὖν τῶν πραγμάτων, ὅταν μήτε συλλαμβάνωμεν ἅμα πολλὰ πράγματα, μήθʼ ἑτέροις ἐπεμβάλλωμεν, παραλείπωμέν τε ὅσα συνυπακούεσθαι δοκεῖ, μήτε πόρρωθεν ἀρχώμεθα, μήτε εἰς τὰ παρέλκοντα τὸν λόγον καταναλίσκωμεν, ὡς οἱ μετὰ τὰ πράγματα εἰωθότες διηγεῖσθαι. ταῦτα γὰρ ἂν ἴσως ἱστορίᾳ πρέποι, τό τε μηκύνειν καὶ τὸ πόρρωθεν ἄρχεσθαι καὶ ἐπεξεργάζεσθαί τινα τῶν παρέργων εἶναι δοκούντων. διήγησιν δὲ λέγων τις πρὸς τὸ κεφάλαιον τοῦ ὅλου πράγματος, ὃ προὔθετο, ἀποβλέπειν ὀφείλει τὰ εἰς τοῦτο συντελοῦντα μόνα ἐν τῇ διηγήσει παραλαμβάνων, οἷον τὶ τοῦ Κύλωνος, εἰ μέν τις ἱστορίαν περὶ αὐτοῦ συγγράφει, προσήκει καὶ τίνων προγόνων ἦν καὶ τίνος πατρός τε καὶ μητρὸς καὶ ἄλλα πάμπολλα λέγειν, τό τε ἀγώνισμα, ὃ ἠγωνίζετο ἐν Ὀλυμπίᾳ, καὶ ὅσας νίκας ἀνείλετο, καὶ τὰς Ὀλυμπιάδας ὀνομάζειν ἐφʼ ὧν ἐνίκα διήγημα δέ τις περὶ αὐτοῦ λέγων οὐδὲν τῶν τοιούτων ἀκριβολογεῖσθαι δίκαιός ἐστι, καθάπερ ἐποίησεν Ἡρόδοτός τε καὶ Θουκυδίδης, ἑκάτερος τὸ Κυλώνειον ἄγος εἰπεῖν προθέμενος. ἐν δὲ τοῖς κατὰ τὴν λέξιν παρατηρητέον καὶ τὸ μήτε συνωνύμοις χρῆσθαι· τὰ γὰρ τὴν αὐτὴν ἔχοντα δύναμιν ὀνόματα μακρότερον ποιεῖ τὸν λόγον οὐδὲν δέον. ὡς παρὰ Δημοσθένει ἐν τῶν Ὀλυνθιακῶν δευτέρῳ· δαιμονίᾳ τινὶ καὶ θείᾳ παντάπασιν ἔοικεν εὐεργεσίᾳ· μήτε λόγον ἀντὶ ὀνόματος ποιεῖν, οἶον ἀντὶ τοῦ ἀπέθανεν ἐξέλιπε τὸν βίον, καὶ ὅσα τούτοις ὅμοια. ἔτι δὲ καὶ τὰ συνυπακουόμενα πάντως συμπεριαιρετέον τῷ συντόμως ἀπαγγέλλειν βουλομένῳ, χρηστέον δὲ καὶ τοῖς ἁπλοῖς ὀνόμασι μᾶλλον ἢ τοῖς συνθέτοις, καὶ τοῖς βραχυτέροις μᾶλλον ἢ τοῖς μακροτέροις, ὅταν τὸ αὐτὸ σημαίνωσιν εὐλαβητέον δὲ ὅμως μὴ λάθῃ τις ἐπιθυμίᾳ συντομίας εἰς ἰδιωτισμὸν ἢ ἀσάφειαν ἐκπεσών. Ὑπὲρ γε μὴν τοῦ πιθανὴν εἶναι τὴν διήγησιν παραληπτέον λέξεις μὲν προσφυεῖς τοῖς τε προσώποις καὶ τοῖς πράγμασι καὶ τοῖς τόποις καὶ τοῖς καιροῖς· πράγματα δὲ ὅσα εἰκότα ἐστὶ καὶ ἀλλήλοις ἀκόλουθα. δεῖ δὲ καὶ τὰς αἰτίας βραχέως προστιθέναι τῇ διηγήσει, καὶ τὸ ἀπιστούμενον πιστῶς λέγειν, καὶ ἀπλῶς στοχάζεσθαι προσήκει τοῦ πρέποντος τῷ τε προσώπῳ καὶ τοῖς ἄλλοις στοιχείοις τῆς διηγήσεως κατά τε τὰ πράγματα καὶ κατὰ τὴν λέξιν. παράδειγμα δὲ ἡμῖν ἔσται τὸ ἐν ἀρχῇ τῆ, δευτέρας τοῦ Θουκυδίδου περὶ Πλαταιέων καὶ Θηβαίων διήγημα· εἰκὸς γὰρ ἦν τούς Θηβαίους ἀεὶ διαφόρους ὄντας τοῖς Πλαταιεῦσι μαθόντας, ὅτι ἔσοιτο πόλεμος. ἐθελῆσαι προκαταλαβεῖν τὴν Πλάταιαν ἔτι ἐν εἰρήνῃ ταῦτα δὲ βουλευσαμένους ἐκ μὲν τοῦ φανεροῦ μὴ ἐπιχειρεῖν, νυκτὶ δὲ ἀσελήνῳ ἐπιχειρῆσαι, καὶ πρὸς τούτοις ἔχειν τινὰς Πλαταιέων, οἳ καὶ ἀνοίξουσιν αὐτοῖς τὰς πύλας μηδεμιᾶς φυλακῆς προκαθεστηκυίας διὰ τὰς σπονδάς, τούς τε προδιδόντας ἰδίου ἕνεκα ἐχθροῦ πρός τινας τῶν πολιτῶν, οὓς ᾤοντο διαφθεῖραι τούτων γινομένων, ἀλλὰ μὴ τοὺς Θηβαίους προδεδωκέναι. πιθανὸν δὲ τὸ μὲν αἰσθανομένους τούς Πλαταιέας προκατειλημμένην τὴν πόλιν ἐξαπιναίως ὑπὸ τῶν πολεμίων, νομίσαι τε διὰ τὴν νύκτα πολλῷ πλείους εἰσεληλυθέναι, πρὸς ξύμβασίν τε χωρῆσαι, ὕστερον δὲ κατανοήσαντας οὐ πολλούς ὄντας ἐπιθέσθαι αὐτοῖς. καὶ θόρυβος δὲ πάνυ πιθανώτατος τῶν μὲν Πλαταιέων προσβαλλόντων τοῖς Θηβαίοις καὶ τῶν γυναικῶν καὶ τῶν οἰκετῶν ἅμα ἀπὸ τῶν οἰκιῶν κραυγῇ τε καὶ ὀλολυγῇ χρωμένων λίθοις τε καὶ κεράμοις βαλλόντων τούς Θηβαίους, καὶ ὑετοῦ πολλοῦ ἐπιγενομένου νυκτός, πολλούς τῶν Θηβαίων διά τε πηλοῦ καὶ σκότους διωκομένων, ἀπειρίᾳ δὲ τῶν ὁδῶν οὐ δυναμένων ἐκφυγεῖν. πιθανὸν δὲ τὸ καὶ κλεῖσαί τινα τὰς πύλας στυρακίῳ ἀκοντίου ἀντὶ βαλάνου χρησάμενον εἰς τὸν μοχλόν, πολὺ δὲ πιθανώτερον τὸ τῆς δούσης γυναικὸς πέλεκυν εἰκὸς γὰρ ἦν γυναῖκα πρὸς ἐρήμοις πύλαις οἰκοῦσαν, θεασαμένην τοὺς πολεμίους ἀποκεκλεισμένους φοβηθῆναι, μὴ ἀπελπίσαντας τὴν σωτηρίαν καὶ εἰς ἀπόνοιαν περιστάντας τραπέσθαι ἐπὶ τὸ κακῶς ποιεῖν, μάλιστα μὲν οὖν οὓς ἂν δύνωνται, πολὺ δὲ πρότερον τὰς πλησίον οἰκίας· ἐῶ γὰρ ὅτι κατὰ γυναῖκα ἦν ἐλεῆσαι καὶ πολεμίους νενικημένους· ὁμοίως δὲ καὶ τὰ ἄλλα πάντα, ἵνα μὴ μακρολογῶμεν. Οὐ μονοειδὴς δὲ τοῦ διηγήματος ἡ γυμνασία, ἀλλὰ καθάπερ ὁ μῦθος, καὶ ἀπαγγέλλεται καὶ κλίνεται καὶ συμπλέκεται , συστέλλεταί τε καὶ ἐπεκτείνεται, ἔτι δὲ κατὰ τὴν ἀπαγγελίαν ἐναλλάττομεν τῶν κεφαλαίων τὴν τάξιν, καὶ πρός τούτοις ἐστὶ καὶ τὴν αὐτὴν τάξιν φυλάττουσι κατὰ πολλοὺς καὶ ποικίλους τρόπους ποιεῖσθαι τὴν φράσιν· ἔτι δὲ καὶ ἐπιφωνεῖν διηγούμενον καὶ συμπλέκειν ἀλλήλαις δύο ἢ καὶ τρεῖς διηγήσεις κατὰ τὴν ἀπαγγελίαν ἐφʼ ἅπασι δὲ τό τε ἀνασκευάζειν καὶ κατασκευάζειν. περὶ μὲν οὖν ἀπαγγελίας καὶ κλίσεως καὶ συμπλοκῆς, ἔτι δὲ συστολῆς τε καὶ ἐπεκτάσεως ἐν τῷ περὶ μύθων εἴρηται, τὴν δὲ ἀναστροφὴν τῆς τάξεως πολλαχῶς ποιησόμεθα· καὶ γὰρ ἀπὸ τῶν μέσων ἐστὶν ἀρξάμενον ἐπὶ τὴν ἀρχὴν ἀναδραμεῖν, εἶτα ἐπὶ τὰ τελευταῖα καταντῆσαι, ὅπερ ἐν Ὀδυσσείᾳ Ὅμηρος πεποίηκεν· ἤρξατο μὲν γὰρ ἀπὸ τῶν χρόνων, καθʼ οὓς Ὀδυσσεὺς ἦν παρὰ Καλυψοῖ, εἶτα ἀνέδραμεν ἐπὶ τὴν ἀρχὴν μετά τινος οἰκονομίας γλαφυρᾶς· ἐποίει γὰρ τὸν Ὀδυσσέα τοῖς Φαίαξι τὰ καθʼ ἑαυτὸν διηγούμενον, εἶτα συνάψας τὴν λοιπὴν διήγησιν ἔληξεν εἰς τὰ τελευταῖα, μέχρι τοὺς μνηστῆρας ἀπέκτεινεν Ὀδυσσεύς, καὶ πρὸς τοὺς γονέας αὐτῶν φιλίαν ἐποιήσατο. καὶ Θουκυδίδης δὲ ἀπὸ τῶν περὶ Ἐπίδαμνον ἀρξάμενος ἀνέδραμεν ἐπὶ τὴν πεντηκονταετίαν, ἔπειτα κατῆλθεν ἐπὶ τὸν Πελοποννησιακὸν πόλεμον. ἔξεστι δὲ καὶ ἀπὸ τῶν τελευταίων ἀρξάμενον ἐλθεῖν ἐπὶ τὰ μέσα, καὶ οὕτως ἐπὶ τὴν ἀρχὴν καταντῆσαι, ὅπερ Ἡρόδοτος διὰ τῆς τρίτης ἡμᾶς διδάσκει λέγων οὕτω· πέμψας Καμβύσης εἰς Αἴγυπτον κήρυκα αἴτεε Ἄμασιν θυγατέρα, αἴτεε δὲ ἐκ συμβουλῆς ἀνδρὸς Αἰγυπτίου, ὃς μεμφόμενος Ἄμασιν ἔπρηξε ταῦτα, ὅτι μιν ἀποσπάσας γυναικός τε καὶ τέκνων ἔκδοτον ἐποίησεν εἰς Πέρσας· εἶτα καὶ τὰ αἴτια διηγεῖται, ὅτι ὁ τῶν Περσῶν βασιλεύς τήκει παρὰ τοῦ Αἰγυπτίων βασιλέως ἰατρὸν ὀφθαλμῶν, ὃς εἴη ἄριστος· ἡ γὰρ κατὰ φύσιν ἦν τάξις τῆς διηγήσεως πρῶτον μὲν τὴν ὀφθαλμίαν εἰπεῖν τοῦ Περσῶν βασιλέως, καὶ ὡς πέμψας εἰς Αἴγυπτον ᾔτησε παρὰ τοῦ βασιλεύοντος ἐκεῖ ἰατρὸν ὀφθαλμῶν, ὁ δὲ τοῦτον ἀναπέμπει, ἔπειτα ὅτι χαλεπῶς φέρων ὁ ἰατρὸς γυναικός τε καὶ παίδων ἀπολειφθεὶς ἠμύνατο τὸν ἐκδόντα, συμβουλεύσας τῷ Περσῶν βασιλεῖ αἰτῆσαι θυγατέρα παρὰ τοῦ Αἰγυπτίων βασιλέως, ἵνα ἢ δοὺς ἀνιῷτο, ἢ μὴ δοὺς ἀπέχθοιτο. ἔτι δὲ καὶ ἀπὸ τῶν μέσων ἀρξάμενον ἐπὶ τὴν τελευτὴν ἐλθεῖν, εἶτα ἐν τούτοις λῆξαι. καὶ πάλιν ἀπὸ τῶν τελευταίων ἀρξάμενον ἀναδραμεῖν ἐπὶ τὴν ἀρχὴν καὶ λῆξαι εἰς τὰ μέσα, καὶ ἔτι ἀπὸ τῶν πρώτων ἀρξάμενον μεταβαίνειν ἐπὶ τὰ τελευταῖα, καὶ ἐν τοῖς μέσοις παύσασθαι. Κατὰ μὲν οὖν τὴν ἀναστροφὴν τῆς τάξεως οὕτως· ἐπεὶ δὲ εἰώθαμεν ἐκφέρειν τὰ πράγματα ἐνίοτε μὲν ὡς ἀποφαινόμενοι, ἐνίοτε δὲ ὡς πλέον τι τοῦ ἀποφαίνεσθαι ποιοῦντες, καὶ ἐνίοτε μὲν ὡς ἐρωτῶντες, ἄλλοτε δὲ ὡς πυνθανόμενοι, ἔσθʼ ὅτε δὲ ὡς ἐπαποροῦντες, καί ἄλλοτε μὲν ὡς προστάττοντες, ἄλλοτε δὲ ὡς εὐχόμενοι, καί ποτε μὲν ὡς ὀμνύοντες, ποτὲ δὲ ὡς προσαγορεύοντες, ἄλλοτε δὲ ὑποτιθέμενοι, ποτὲ δὲ προσδιαλεγόμενοι ἐνδέχεται γὰρ κατὰ πάντας τούτους τοὺς τρόπους ἐκφέρειν ποικίλλοντας τὰς διηγήσεις· Θουκυδίδης μὲν οὖν ἐν ἀρχῇ τῆς δευτέρας τῶν ἱστοριῶν κατὰ τὸν τοῦ ἀποφαινομένου τρόπον ἐξήνεγκεν τὴν διήγησιν ταύτην· Θηβαίων ἄνδρες ὀλίγῳ πλείους τριακοσίων εἰσῆλθον περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς Πλάταιαν τῆς Βοιωτίας, οὖσαν Ἀθηναίων συμμαχίδα. ἡμεῖς δὲ εἰ βουλοίμεθα πλέον τι τοῦ ἀποφαίνεσθαι ποιεῖν, οὕτως ἐροῦμεν· μεγάλων ὡς ἔοικε πραγμάτων αἰτία γέγονεν Ἀθηναίοις καὶ Λακεδαιμονίοις καὶ τοῖς ἐξ ἑκάστων συμμάχοις Θηβαίων εἰς Πλάταιαν ἄφιξις Θηβαίων γὰρ ἄνδρες ὀλίγῳ πλείους τριακοσίων εἰσῆλθον περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς Πλάταιαν τῆς Βοιωτίας καὶ οὕτω τὰ λοιπὰ τῆς διηγήσεως συνάψομεν. εἰ δὲ ἐρωτᾶν βουλοίμεθα, οὕτως ἐροῦμεν· ἀρά γε ἀληθές ἐστιν ὅτι Θηβαίων ἄνδρες ὀλίγῳ πλείους τριακοσίων εἰσῆλθον περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς Πλάταιαν τῆς Βοιωτίας; καὶ οὕτως ἐρωτηματικῶς τὰ μετὰ ταῦτα διελευσόμεθα. οὕτω δʼ ἂν πυθοίμεθα, τίνες ἦσαν οἱ Θηβαίων ἄνδρες, οἵ ὀλίγῳ πλείους τριακοσίων εἰσῆλθον περὶ πρῶτον ὕπνον σύν ὅπλοις εἰς Πλάταιαν τῆς Βοιωτίας; καὶ τὰ λοιπὰ πυνθανόμενοι ἐποίσομεν. τὸ δὲ ἐπαπορεῖν καὶ τὸ ἐρωτᾶν κατὰ μὲν τὴν προφορὰν οὐδὲν ἀλλήλων διήνεγκε, διόπερ τῷ ἑτέρῳ αὐτῶν ἀρκεσθησόμεθα ἐάν τε γὰρ ἐρωτῶμεν, ἐάν τε ἐπαπορῶμεν, οὕτως ἐξοίσομεν· ἆρʼ ἔστι πάντων ἀγρυπνία λαλίστατον; διαφέρειν δὲ δοκεῖ, ὅτι ὁ μὲν ἐρωτῶν ἀπόκρισιν ἐπιζητεῖ ὁ δὲ ἐπαπορῶν οὐ πάντως, ἀλλὰ μόνον πρὸς ἑαυτὸν ἀπορεῖ. εἰ δὲ προστάττειν βουλοίμεθα, οὕτω ποιήσομεν ὑποθησόμεθα γὰρ ἐν τοῖς τελευταίοις τῆς διηγήσεως. μετὰ τὴν τῶν εἰσελθόντων εἰς Πλαταιὰς ἀναίρεσιν, ἕνα τινὰ παραινοῦντα ἢ τοῖς Θηβαίοις ἢ τοῖς Πλαταιεῦσι οὕτως· ἄγετε, ὧ Πλαταιεῖς, ὅπως ἄξιοι τῆς πόλεως ἔσεσθε, καὶ τῶν προγόνων πρὸς Πέρσας τε καὶ Μαρδόνιον ἠγωνισμένων, καὶ τῶν ἐν τῇ χώρᾳ τῇ ὑμετέρᾳ κειμένων. δείξατε τοῖς Θηβαίοις, ὅτι μὴ δίκαια ποιοῦσιν ἀξιοῦντες μὲν ὑμᾶς σφίσιν ὑπακούειν καὶ δουλεύειν, οὐκ ἐθέλοντας δὲ πολέμῳ βιαζόμενοι παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας, ὀλίγῳ πλείους τριακοσίων, εἰσῆλθον περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς τὴν πόλιν τὴν ὑμετέραν οὖσαν Ἀθηναίων συμμαχίδα· καὶ ὡσαύτως τὰ ἑξῆς ὡς πρὸς Πλαταιεῖς διηγησόμεθα. εἰ δὲ ὑποθοίμεθα τὴν παρακέλευσιν γίνεσθαι πρὸς τοὺς Θηβαίους, οὕτως ἐροῦμεν ἄγετε, ὦ Θηβαῖοι, ὅπως φανήσεσθε αὐτῶν τε καὶ τῶν πατέρων ἄξιοι καὶ τῆς ἀρχῆς, ἣν ἔχετε, συμπάσης τῆς Βοιωτίας, καὶ δείξατε τοῖς Πλαταιεῦσιν, ὅτι δοῦλοι ὄντες ὑμέτεροι οὐ μόνον ἀποδεδράκασι πρὸς Ἀθηναίους, ἀλλὰ καὶ ἄνδρας ὑμετέρους ὀλίγῳ πλείους τριακοσίων, ἐλθόντας περὶ πρῶτον ὕπνον σύν ὅπλοις εἰς τὴν Πλάταιαν τὴν ἑαυτῶν, διέφθειραν. καὶ τοῦτον τὸν τρόπον καὶ τὰ λοιπὰ διηγησόμεθα. ἔστι δὲ καὶ οὕτω πρόσταξιν ποιήσασθαι, εἰ ὑποθοίμεθά τινα τοῖς Θηβαίοις, πρὶν γενέσθαι τὴν εἰς Πλάταιαν εἴσοδον, προστάττοντα, ἃ δὴ καὶ ἔπραξαν ἄγετε, ὦ Θηβαῖοι, ὅπως ἄνδρες ἐξ ὑμῶν ὀλίγῳ πλείους τριακοσίων εἰσέλθωσι περὶ πρῶτον ὕπνον σύν ὅπλοις εἰς Πλάταιαν τὴν ὑμετέραν, νῦν δʼ οὖσαν Ἀθηναίων συμμαχίδα· καὶ τὰ ἑξῆς, ὡς ἄν ἐνδέχηται, κατὰ τοῦτον τὸν τρόπον διεξελευσόμεθα. εἰ δὲ εὐχοίμεθα, οὕτως ἐροῦμεν· εἴθε μηδέποτε Θηβαίων ἄνδρες ὀλίγῳ πλείους τριακοσίων εἰσῆλθον περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς Πλάταιαν τῆς Βοιωτίας, οὖσαν Ἀθηναίων συμμαχίδα· καὶ μέχρι τέλους κατὰ τὸν τοῦ εὐχομένου τρόπον διηγησόμεθα. οὐκ ἄδηλος δὲ ὁ τρόπος, πῶς κατὰ τὴν ὀμοτικὴν προφορὰν ἡ διήγησις ἐξενεχθήσεται τὴν δὲ προσαγορευτικὴν παραιτούμεθα, ὅτι καὶ πρότερον ἐπὶ τῶν κατὰ τὰς πτώσεις ἐγκλίσεων ἤδη παραδεδώκαμεν ἐπὶ τῆς κλητικῆς. ὑποτιθέμενοι δὲ οὕτως ἐροῦμεν ὑποθώμεθα γάρ, Θηβαίων ἄνδρας, ὀλίγῳ πλείους τριακοσίων, εἰσελθεῖν περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς Πλάταιαν τῆς Βοιωτίας, οὖσαν Ἀθηναίων συμμαχίδα ἀνοῖξαι δʼ αὐτοῖς τὰς πύλας Ναυκλείδην τε καὶ τοὺς μετʼ αὐτοῦ μηδεμιᾶς φυλακῆς προκαθεστηκυίας διὰ τὰς σπονδάς, καὶ οὕτω τὰ μετὰ ταῦτα. εἰ δὲ διαλογικῶς ἀπαγγέλλειν βουλοίμεθα, ὑποθησόμεθά τέ τινας ἀλλήλοις διαλεγομένους περὶ τῶν πεπραγμένων, καὶ τὸν μὲν διδάσκοντα τὸν δὲ μανθάνοντα τὰ γεγενημένα, οἷον πολλάκις μέν σε καὶ πρότερον ἐπῆλθεν ἔρεσθαί μοι περὶ τῶν ἐν Πλαταιαῖς συμβεβηκότων Θηβαίοις τε καὶ Πλαταιεῦσιν. ἀτὰρ καὶ νῦν ἡδέως ἄν ἀκούσαιμι, εἴ σοι ἐν καιρῷ ἐστι διηγήσασθαι. ἀλλὰ νὴ Δία καιρός ἐστι, καὶ δὴ καὶ ἤδη σοι λέγω, εἴπερ, ὥς φῃς, ἐπιθυμίαν ἔχεις ἀκοῦσαι περὶ τούτων· Θηβαῖοι γὰρ ἀεὶ διάφοροι ὄντες τοῖς Πλαταιεῦσιν ἐβούλοντο τὴν Πλάταιαν ἐν εἰρήνῃ προκαταλαβεῖν. ἄνδρες οὖν ἐξ αὐτῶν ὀλίγῳ πλείους τριακοσίων εἰσῆλθον περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς τὴν πόλιν, οὖσαν Ἀθηναίων συμμαχίδα. πῶς οὖν νυκτὸς οὔσης καὶ τῶν πυλῶν κεκλεισμένων, ἔτι δὲ καὶ φυλακῆς καθεστηκυίας ῥᾳδίως ἔλαθον εἰσελθόντες; μικρὸν μὲν ἔφθης, ἐπεὶ καὶ αὐτὸς ἔμελλον εἰπεῖν, ὅτι τὰς πύλας ἀνέῳξαν αὐτοῖς ἄνδρες, Ναυκλείδης τε καὶ οἱ μετʼ αὐτοῦ, φυλακῆς οὐδεμιᾶς προκαθεστηκυίας διὰ τὴν εἰρήνην, καὶ τὰ ἑξῆς. τὸν αὐτὸν τρόπον διεξελευσόμεθα ἐρωτῶντές τε καὶ ἀποκρινόμενοι κατὰ τὸν διαλεκτικὸν νόμον, ἔτι δὲ ἀποφαινόμενοι τὰ πράγματα ποτὲ μὲν καταφάσκομεν, οἷον Θέων διαλέγεται ἔστι δὲ μὴ μόνον καταφάσκοντας ἀλλὰ καὶ ἀποφάσκοντας ἐκφέρειν τὰς διηγήσεις, καταφάσκοντας μέν, ὡς ἔφαμεν τὸν Θουκυδίδην τὴν διήγησιν ἐξενηνοχέναι ἀποφάσκοντας δέ, οἷον οὔτε Θηβαίων ἄνδρες ὀλίγῳ πλείους τριακοσίων εἰσῆλθον περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς Πλάταιαν τῆς Βοιωτίας, οὖσαν Ἀθηναίων ξυμμαχίδα, οὔτε τὰς πύλας ἀνέῳξαν Ναυκλείδης τε καὶ οἱ μετʼ αὐτοῦ, καὶ οὕτω μέχρι τέλους. ἔστι δὲ καὶ ἄλλος τρόπος ἀσύνδετος καλούμενος, ὅταν τοὺς συνδέοντας τὴν φράσιν συνδέσμους παραλείπωμεν, οἷον Θηβαίων ἄνδρες ὀλίγῳ πλείους τριακοσίων εἰσῆλθον περὶ πρῶτον ὕπνον σύν ὅπλοις εἰς Πλάταιαν τῆς Βοιωτίας, οὖσαν Ἀθηναίων συμμαχίδα· ἀνέῳξαν αὐτοῖς τὰς πύλας Ναυκλείδης τε καὶ οἱ μετʼ αὐτοῦ, ἔθεντο εἰς τὴν ἀγορὰν τὰ ὅπλα. ὁμοίως δὲ καὶ τὰ ἑξῆς. καὶ παρὰ Δημοσθένει Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν, Ἁλόννησον, οὐδενὸς τούτων μέμνημαι. ἔτι καὶ πάλιν· ἀλλʼ ἐφʼ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπʼ Ἀμβρακίαν, Ἦλιν ἔχει, τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ· Μεγάροις ἐπεβούλευσε πρῴην. ἔστι δὲ καὶ τούτους ἀλλήλοις ἐπιπλέκειν τοὺς τρόπους καὶ μικτὸν ἐκ δυοῖν ἢ πλειόνων ποιεῖν, ὡς τοῦ διηγήματος τὰ μὲν ἀπαγγεῖλαι κατὰ τὸν τοῦ ἀποφαινομένου τρόπον, τὰ δὲ ἀσυνδέτως, τὰ δὲ ὅπως ἄν τις βούλοιτο ποικίλλων τὴν φράσιν. Ἐπιφωνεῖν δὲ διηγήσει ἐστὶ τὸ καθʼ ἕκαστον μέρος τῆς διηγήσεως γνώμην ἐπιλέγειν, τὸ δὲ τοιοῦτον οὔθʼ ἱστορίᾳ πρέπον ἐστὶν οὔτε πολιτικῷ λόγῳ, θεάτρῳ δὲ καὶ σκηνῇ μᾶλλον ἐπιτήδειον. διὸ καὶ παρὰ τοῖς τοιούτοις ποιηταῖς ἐπιπλεῖστόν ἐστιν, ὡς παρὰ Μενάνδρῳ πολλαχοῦ μὲν ἀλλαχόθι, καὶ ἐν ἀρχῇ δὲ τοῦ τε Δαρδάνου καὶ τοῦ ξενολόγου, ἀνδρὸς πένητος υἱός, ἐκτεθραμμένος οὐκ ἐξ ὑπαρχόντων, ὁρῶν ᾐσχύνετο τὸν πατέρα μίκρʼ ἔχοντα· παιδευθεὶς γὰρ εὖ τὸν καρπὸν εὐθὺς ἀπεδίδου καλόν. ὁ γὰρ τελευταῖος στίχος ἐκ περιττοῦ πρόσκειται θηρώμενος μόνον τὸν παρὰ τῶν θεατῶν ἔπαινον. ὅταν μέντοι συνεχῶς ἐγκαταμιγνύῃ τις, καὶ λανθάνῃ ταῦτα τὰ γνωμικά, ἐπιχαρίς πως ἡ διήγησις γίνεται, ὡς παρὰ Ἡροδότῳ ἐν τῇ πρώτῃ· λέγων γὰρ περὶ τοῦ ἀνθρωπείου βίου, ὡς οὐκ ἔστι σταθερὸς ἀλλὰ πολλὰς ἐν ἑαυτῷ ἔχει τὰς μεταβολάς, ἔπειτα ἐξαριθμησάμενος ὅσων ἡμερῶν ἐστιν ἀνθρωπίνη ζωή, ὡς ἑβδομήκοντα ἔτη, ἐπιφέρει· τούτων τῶν ἁπασέων ἡμερέων ἡ ἑτέρη αὐτέων τῇ ἑτέρῃ ἡμέρῃ τὸ παράπαν οὐ δὲν ὅμοιον εἰσάγει πρῆγμα, εἶτα ἐπιφωνεῖ τοῦτον τὸν τρόπον οὕτως, ὦ Κροῖσε, πᾶς ἐστιν ἄνθρωπος συμφορή. ὡς καὶ ὁ Γύγης πρὸς τὸν Κανδαύλην λέγει δέσποτα, τίνα λόγον ἔχεις οὐχ ὑγιέα, κελεύων δέσποιναν τὴν ἐμὴν θεήσασθαι γυμνήν; ἅμα δὲ χιτῶνι ἐκδυομένῳ συνεκδύεται καὶ τὴν αἰδὼ γυνή. καὶ μὴν καὶ παρὰ τοῖς ῥήτορσιν εὕροιμεν ἄν, οὐχʼ ἥκιστα καὶ παρὰ τῷ πολιτικωτάτῳ Δημοσθένει καὶ ἐν τοῖς πολιτικωτάτοις αὐτοῦ λόγοις· ἐν γὰρ τῷ δευτέρῳ τῶν Ὀλυνθιακῶν διηγούμενος περὶ τοῦ Φιλίππου, ὅτι περὶ αὑτὸν ἔχει μίμους γελοίων καὶ ποιητὰς αἰσχρῶν ἀσμάτων, καὶ οὕς γε ἡ πόλις Ἀθηναίων ἐξέβαλεν ὡς ἀσελγεστάτους ὄντας, καὶ ὅτι τοιοῦτος ὢν Φίλιππος εἰκότως λανθάνει πάντας ἀνθρώπους τῷ κατορθοῦν ἐν τοῖς πολέμοις, μετὰ ταῦτα ἐπιφωνεῖ· αἱ γὰρ εὐπραξίαι δειναὶ συγκρύψαι καὶ συσκιάσαι τὰ τοιαῦτα ὀνείδη. ἔστι δὲ καὶ ἀνάπαλιν προθέντα γνωμικὸν λόγον διηγήσασθαι, καθάπερ καὶ ἐπὶ τοῦ μύθου παρεσημειωσάμεθα, οἷον καὶ παρὰ Μενάνδρῳ ἐν τῇ χρηστῇ ἐπικλήρῳ, ἆρ᾽ ἐστὶ πάντων ἀγρυπνία λαλίστατον; εἶτα ἐξῆς τὸ διήγημα. ἐμὲ γοῦν ἀναστήσασα δευρὶ προάγεται λαλεῖν ἀπʼ ἀρχῆς πάντα τὸν ἐμαυτοῦ βίον. Διήγησιν δὲ διηγήσει συμπλέκειν ἐστίν, ὅταν δύο διηγήσεις ἢ καὶ πλείους ἅμα διηγεῖσθαι ἐπιχειρῶμεν, τοῦτο δὲ μάλα ἐπετήδευσαν οἱ ἀπὸ Ἰσοκράτους καὶ αὐτὸς ὁ Ἰσοκράτης ἐν τῷ πανηγυρικῷ οὕτως· ἦλθον οἵ θ᾿ Ἡρακλέους παῖδες, καὶ μικρὸν πρὸ τούτων Ἄδραστος ὁ Ταλαοῦ, βασιλεύς ὢν Ἄργους, οὗτος μὲν ἐκ τῆς στρατείας τῆς ἐπὶ Θήβας δεδυστυχηκώς καὶ τὰ ἑξῆς· καὶ πάλιν· ἔτι γὰρ ταπεινῆς οὔσης τῆς Ἑλλάδος ἦλθον εἰς τὴν χώραν ἡμῶν Θρᾷκες μὲν μετὰ Εὐμόλπου τοῦ Ποσειδῶνος, Σκύθαι δὲ μετὰ Ἀμαζόνων, τῶν Ἄρεως θυγατέρων, οὐ κατὰ τὸν αὐτὸν χρόνον καὶ τὰ ἐξῆς. Περὶ δὲ ἀνασκευῆς καὶ κατασκευῆς εἴπομεν ὅτι οἱ αὐτοὶ τόποι χρήσιμοι, οἵπερ καὶ πρὸς τοὺς μύθους, ἐν δὲ τοῖς διηγήμασι καὶ οἱ ἀπὸ τοῦ ψευδοῦς καὶ ἀδυνάτου τόποι ἁρμόττουσιν, ὅπερ ποιεῖ Θουκυδίδης μὲν ἀνασκευάζων τὸ μὴ τύραννον ὄντα Ἵππαρχον ὑπὸ τῶν περὶ τὸν Ἁρμόδιον καὶ Ἀριστογείτονα ἀναιρεθῆναι, Ἡρόδοτος δὲ ἐναντιούμενος τοῖς ἀποφαινομένοις Αἰγύπτιον εἶναι μητρόθεν τὸν Καμβύσην. οὐκ ἀεὶ μὲν οὖν οἷόν τε ἐκ πάντων τῶν τόπων ἐν τοῖς διηγήμασιν ἐπιχειρεῖν, ἐὰν δέ ποτε ἐγγένηται, ταύτῃ τῇ τάξει χρησόμεθα, πρῶτον μὲν ἀπὸ τοῦ ἀσαφοῦς, καθʼ ὅσους τρόπους περὶ σαφηνείας εἴπομεν, δεύτερον δὲ ἀπὸ τοῦ ἀδυνάτου ἐπιχειρήσομεν, δεικνύντες ὅτι ἀδύνατον τὸ πρᾶγμα οὕτω γενέσθαι, ὥς φησιν ὁ συγγραφεὺς ἤτοι διὰ τὸ μηδʼ ὅλως πεφυκέναι γίνεσθαι, ἢ διὰ τὸ μὴ κατὰ τὸν αὐτὸν χρόνον εἶναι τὰ ἱστορούμενα, οἷον πρὸς τοὺς λέγοντας, ὅτι Ἡρακλῆς ἀπέκτεινε Βούσιριν· κατὰ γὰρ Ἡσίοδον πρεσβύτερος Ἡρακλέους ἐστὶν ὁ Βούσιρις ἕνδεκα γενεαῖς. καὶ ὅλως πρὸς τὰ πολλὰ τῶν τοιούτων ἀφορμὰς ἕξομεν λόγων ἐκ τῶν Ἀρίωνος ἐλέγχων. ἔπειτα δὲ καὶ εἰ δυνατὸν ὑποθοίμεθα τὸ πρᾶγμα, λεκτέον ὅτι ἀπίθανόν ἐστιν εἰ δὲ καὶ πιθανόν ἐστι, σκεψόμεθα εἰ ψευδές ἐστιν· εἰ δὲ ἀληθὲς φανείη, ἑξῆς ζητήσομεν, εἰ ἐλλείπει τι ἢ πλεονάζει· ἔπειτα δὲ ὅτι μάχεται κατὰ τὴν διήγησιν αὐτὸς ἑαυτῷ ὁ συγγραφεύς· πρὸς δὲ τούτοις μεμψόμεθα καὶ τὴν τάξιν τῶν κεφαλαίων, εἰ μὴ προσηκόντως εἴη γεγενημένη. εἰ δὲ ταῦτα πάντα κατὰ τρόπον εἴη διατεθειμένα, ἀλλ’ ὡς ἀπρεπές τε καὶ ἀσύμφορον δεικτέον ἔστι γὰρ τῶν πραγμάτων ἃ πραχθῆναι μὲν οὐκ ἐχρῆν, φθάσαντα δὲ πραχθῆναι σιωπᾶσθαι συμφέρει, οἶον εἴ τις τὸν Λοκρὸν Αἴαντα τοιαῦτα εἰπὼν εἰς τὴν Ἀθηνᾶν ἀσεβῆσαι οἶα λέγεται, ἔπειτα ὑπόθοιτο μήτε ἐν τῇ θαλάττῃ μήτε οἴκοι κακόν τι αὐτὸν πεπονθότα, ἐν γήρᾳ μετʼ εὐδαιμονίας τετελευτηκέναι. ῥᾳδίως δὲ καὶ πλειόνων εὐπορήσομεν ἐπιχειρημάτων, ἐὰν καθʼ ἕκαστον τῶν παραδεδομένων τόπων ἐπιχειροῦντες χρώμεθα καὶ τοῖς καλουμένοις στοιχείοις, ἐξ ὧν ἅπασα πρᾶξις ὑφίσταται· ἔστι δὲ ταῦτα ἐξ ὧν προείπομεν, πρόσωπον, πρᾶγμα, τόπος, χρόνος, τρόπος, αἰτία. Παραδείγματος δὲ ἕνεκα ὁ λόγος ἡμῖν ἔστω ἐφʼ ἑνὸς τόπου τοῦ ἀπιθάνου. ἐὰν τοίνυν ἀνασκευάζωμεν τὴν διήγησιν ἐκ τοῦ ἀπιθάνου, οὕτως ἐπεξελευσόμεθα, δεικνύντες ὅτι καὶ τὸ πρόσωπον ἀπίθανόν ἐστι καὶ τὸ πραχθὲν καὶ ὁ τόπος, ἐν ᾧ ἡ πρᾶξις, ὁμοίως δὲ καὶ ὁ χρόνος καὶ ὁ τρόπος καὶ ἡ αἰτία τῆς πράξεως, οἷον ἐπὶ τῆς Μηδείας ἐκ μὲν τοῦ προσώπου, ὅτι ἀπίθανόν ἐστι μητέρα κακῶς ποιῆσαι τέκνα, ἐκ δὲ τῆς πράξεως, ὅτι οὐκ εἰκός ἐστιν ἀποσφάξαι· ἐκ δὲ τοῦ τόπου, ὅτι οὐκ ἄν ἀπέκτεινεν ἐν Κορίνθῳ, ὅπου διέτριβεν Ἰάσων ὁ τῶν παίδων πατήρ· ἐκ δὲ τοῦ χρόνου, ὅτι ἀπίθανόν ἐστιν ἐν τούτῳ τῷ χρόνῳ, ἐν αὐτὴ μὲν ἐτεταπείνωτο τοῦ ἀνδρὸς ἐκπεσοῦσα ξένη γυνή, ὁ δὲ Ἰάσων μείζω δύναμιν προσειλήφει γήμας Γλαύκην τὴν Κρέοντος τοῦ βασιλέως τῶν τόπων θυγατέρα· ἐκ δὲ τοῦ τρόπου, ὅτι ἐπειράθη ἂν λαθεῖν καὶ οὐκ ἄν ξίφει διεχρήσατο, ἀλλὰ φαρμάκῳ ἄλλως τε καὶ φαρμακὶς οὖσα· ἐκ δὲ τῆς αἰτίας, ὅτι ἀπίθανόν ἐστι διʼ ὀργὴν τὴν πρὸς τὸν ἄνδρα ἀπεκτονέναι τὰ τέκνα· οὐ γὰρ ἴδιον τοῦ Ἰάσονος, ἀλλὰ καὶ αὐτῆς κοινὸν ἐγένετο τὸ ἀτύχημα, καὶ μᾶλλον αὐτῆς, ὅσῳ μαλακώτεραί πως αἱ γυναῖκες πρὸς τὰ πάθη. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τόπων ἐφοδεύσομεν κατὰ τὰ ἑξῆς στοιχεῖα ἐπιχειροῦντες ἐξ ὧν ἂν δυνατὸν ᾖ, ἐκ δὲ τῶν ἐναντίων τόπων κατασκευάσομεν. οἱ δ᾿ αὐτοὶ οὗτοι ἁρμόττουσι καὶ πρὸς τὰς μυθικὰς διηγήσεις τάς τε ὑπὸ τῶν ποιητῶν καὶ τὰς ὑπὸ τῶν ἱστορικῶν λεγομένας περί τε θεῶν καὶ ἡρώων, ἔτι τε καὶ τῶν ἐξηλλαγμένων κατὰ φύσιν, οἷά τινες ἱστοροῦσι περὶ Πηγάσου καὶ Ἐριχθονίου καὶ Χιμαίρας καὶ Ἱπποκενταύρων καὶ τῶν παραπλησίων. τὸ δὲ μὴ μόνον ἀνασκευάζειν τὰς τοιαύτας μυθολογίας, ἀλλὰ καὶ ὅθεν παρερρύηκεν ὁ τοιοῦτος λόγος ἀποφαίνειν τελεωτέρας ἐστὶν ἕξεως ἢ κατὰ τοὺς πολλούς, ὅπερ πεποίηκεν Ἡρόδοτος μὲν ἐν τῇ δευτέρᾳ περὶ τῶν πελειάδων διηγούμενος, ὡς ἐξέπτησαν ἐξ Αἰγύπτου, καὶ ἡ μὲν εἰς Δωδώνην, ἡ δὲ εἰς Ἄμμωνος ἀφίκετο, ἐξηγούμενός τε τὸ μυθολόγημά φησιν, ὅτι παρθένοι τινὲς ἐκ Θηβῶν τῶν Αἰγυπτίων ἦσαν ἱέρειαι, ὧν ἡ μὲν εἰς Δωδώνην ἐπράθη, ἡ δὲ εἰς Ἄμμωνος, καὶ ἐπειδὴ βαρβαριστὶ ἐφθέγγοντο καὶ ἀξυνέτως τοῖς ἐπιχωρίοις, λόγος κατέσχεν ὡς ὄρνιθες ἦσαν. Πλάτων δὲ ἐν τῷ Φαίδρῳ τὸ περὶ τῆς Ὠρειθυίας καὶ τοῦ Βορέου διήγημα οὐκ ἀποδεχόμενός φησι τὴν Ὠρείθυιαν πνεῦμα βορέου κατὰ τῶν πλησίον πετρῶν σὺν Φαρμακείᾳ παίζουσαν ὦσαι, καὶ οὕτω δὴ λεχθῆναι ὑπὸ τοῦ βορέου ἀνάρπαστον γεγονέναι. καὶ μέντοι καὶ Ἔφορος ἐν τῇ τετάρτῃ χρῆται τούτῳ τῷ τρόπῳ, ὅτι ἄρα Τιτυὸς μὲν ἦν Πανοπέως δυνάστης, ἀνὴρ παράνομος καὶ βίαιος, Πύθων δὲ θηριώδης τὴν φύσιν, δράκων ἐπικαλούμενος, οἱ δὲ περὶ τὴν πάλαι μὲν Φλέγραν, νῦν δὲ Παλλήνην ὀνομαζομένην κατοικοῦντες ἦσαν ἄνθρωποι ὠμοὶ καὶ ἱερόσυλοι καὶ ἀνθρωποφάγοι, οἱ καλούμενοι Γίγαντες, οὓς Ἡρακλῆς λέγεται χειρώσασθαι τὴν Τροίαν ἑλών, καὶ διὰ τὸ κρατῆσαι τοὺς περὶ τὸν Ἡρακλέα ὀλίγους ὄντας τῶν Γιγάντων πολλῶν ὄντων καὶ ἀσεβῶν θεῶν ἔργον ἅπασιν ἐδόκει γεγονέναι τὸ περὶ τὴν μάχην, καὶ ὅσα ἄλλα τοιαῦτα ἐπιλύεται περὶ τοῦ Λυκούργου καὶ Μίνωος καὶ Ῥαδαμάνθυος καὶ Διὸς καὶ κουρήτων καὶ τῶν ἄλλων τῶν ἐν τῇ Κρήτῃ μυθολογουμένων καὶ Παλαιφάτῳ τῷ Περιπατητικῷ ἐστιν ὅλον βιβλίον περὶ τῶν ἀπίστων ἐπιγραφόμενον, ἐν τὰ τοιαῦτα ἐπιλύεται, οἷον ὅτι Κένταυροι μὲν ὑπελήφθησαν οἱ πρῶτοι ἐπὶ ἵπποις ὀχούμενοι ὀφθέντες, Διομήδης δὲ Θρᾷξ ἐς ἱπποτροφίαν ἐξαναλωθεὶς ἐλέχθη ὑπὸ τῶν αὑτοῦ ἵππων ἀπολωλέναι, κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ Ἀκταίων ὑπὸ τῶν κυνῶν, ἡ δὲ Μήδεια βάπτουσα τὰς ἐπὶ τῆς κεφαλῆς τῶν ἀνθρώπων πολιὰς καὶ μελαίνας ποιοῦσα ἐφημίσθη τοὺς γέροντας εἰς λέβητα κατακόπτουσα νέους ποιεῖν, καὶ τὰ παραπλήσια τούτοις. Καὶ περὶ μὲν τῶν τρόπων τῆς γυμνασίας τοσαῦτα, καὶ ὅτι κατ᾿ αὐτοὺς δυνατόν ἐστι γυμνάσασθαι κἀν τοῖς μύθοις.

---

Aelius Theon, Progymnasmata, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0607.tlg001.local001/.
