Ancient Greek · ~36 min
ΠΕΡΙ ΜΥΘΟΥ.
Aelius Theon, Progymnasmata ΠΕΡΙ ΜΥΘΟΥ..1
Not analysed yet
Μῦθός ἐστι λόγος ψευδὴς εἰκονίζων ἀλήθειαν, εἰδέναι δὲ χρή, ὅτι μὴ περὶ παντὸς μύθου τὰ νῦν ἡ σκέψις ἐστίν, ἀλλʼ οἷς μετὰ τὴν ἔκθεσιν ἐπιλέγομεν τὸν λόγον, ὅτου εἰκών ἐστιν ἔσθʼ ὅτε μέντοι τὸν λόγον εἰπόντες ἐπεισφέρομεν τοὺς μύθους. καλοῦνται δὲ Αἰσώπειοι καὶ Λιβυστικοὶ ἢ Συβαριτικοί τε καὶ Φρύγιοι καὶ Κιλίκιοι καὶ Καρικοὶ Αἰγύπτιοι καὶ Κύπριοι· τούτων δὲ πάντων μία ἐστὶ πρὸς ἀλλήλους διαφορά, τὸ προσκείμενον αὐτῶν ἑκάστου ἴδιον γένος, οἷον Αἴσωπος εἶπεν, ἢ Λίβυς ἀνήρ, ἢ Συβαρίτης, ἢ Κυπρία γυνή, καὶ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν ἄλλων ἐὰν δὲ μηδεμία ὑπάρχῃ προσθήκη σημαίνουσα τὸ γένος, κοινοτέρως τὸν τοιοῦτον Αἰσώπειον καλοῦμέν. οἱ δὲ λέγοντες τούς μὲν ἐπὶ τοῖς ἀλόγοις ζώοις συγκειμένους τοιούσδε εἶναι, τούς δὲ ἐπʼ ἀνθρώποις τοιούσδε, τοὺς μὲν ἀδυνάτους τοιούσδε, τοὺς δὲ δυνατῶν ἐχομένους τοιούσδε, εὐήθως μοι ὑπολαμβάνειν δοκοῦσιν ἐν πᾶσι γὰρ τοῖς προειρημένοις εἰσὶν ἅπασαι αἱ ἰδέαι. Αἰσώπειοι δὲ ὀνομάζονται ὡς ἐπίπαν, οὐχ ὅτι Αἴσωπος πρῶτος εὑρετὴς τῶν μύθων ἐγένετο, (Ὅμηρος γὰρ καὶ Ἡσίοδος καὶ Ἀρχίλοχος καὶ ἄλλοι τινὲς πρεσβύτεροι γεγονότες αὐτοῦ φαίνονται ἐπιστάμενοι, καὶ δὴ καὶ Κόννις ὁ Κίλιξ, καὶ Θοῦρος ὁ Συβαρίτης, καὶ Κυβισσὸς ἐκ Λιβύης, μνημονεύονται ὑπό τινων ὡς μυθοποιοί) ἀλλ’ ὅτι Αἴσωπος αὐτοῖς μᾶλλον κατακόρως καὶ δεξιῶς ἐχρήσατο· ὥσπερ Ἀριστοφάνειόν τι μέτρον καὶ Σαπφικὸν καὶ Ἀλκαϊκὸν καὶ ἄλλο ἀπʼ ἄλλου λέγεται, οὐχ ὡς τούτων τῶν ποιητῶν μόνων ἢ πρώτων ἐξευρηκότων τὰ μέτρα, ἀλλ᾿ ὅτι αὐτοῖς ἐπὶ τὸ πλεῖστον ἐχρήσαντο. προσαγορεύουσι δὲ αὐτοὺς τῶν μὲν παλαιῶν οἱ ποιηταὶ μᾶλλον αἴνους, οἱ δὲ μύθους· πλεονάζουσι δὲ μάλιστα οἱ καταλογάδην συγγεγραφότες τὸ λόγους ἀλλὰ μὴ μύθους καλεῖν, ὅθεν λέγουσι καὶ τὸν Αἴσωπον λογοποιόν. Πλάτων δὲ ἐν διαλόγῳ τῷ περὶ ψυχῆς πῆ μὲν μῦθον, πῆ δὲ λόγον ὀνομάζει εἴρηται δὲ μῦθος οἷον λόγος τις ὤν, ἐπεὶ καὶ μυθεῖσθαι τὸ λέγειν ἐκάλουν οἱ παλαιοί αἶνος δὲ ὅτι καὶ παραίνεσίν τινα περιέχει· ἀναφέρεται γὰρ ὅλον τὸ πρᾶγμα εἰς χρησίμην ὑποθήκην νῦν μέντοι καὶ τὰ αἰνίγματα αἴνους τινὲς καλοῦσι. καὶ τοῦτο τὸ γύμνασμα· καὶ γὰρ ἀπαγγέλλομεν τὸν μῦθον καὶ κλίνομεν καὶ συμπλέκομεν αὐτὸν διηγήματι, καὶ ἐπεκτείνομεν καὶ συστέλλομεν, ἔστι δὲ καὶ ἐπιλέγειν αὐτῷ τινὰ λόγον, καὶ οὖ λόγου τινὸς προτεθέντος, μῦθον ἐοικότα αὐτῷ συμπλάσασθαι ἔτι δὲ πρὸς τούτοις ἀνασκευάζομεν καὶ κατασκευάζομεν. τὴν μὲν ἀπαγγελίαν ἥτις ἐστί, καὶ ἐν τῷ περὶ τῆς χρείας δεδηλώκαμεν, ἐν δὲ τοῖς μύθοις ἁπλουστέραν τὴν ἑρμηνείαν εἶναι δεῖ καὶ προσρυῇ, καὶ ὡς δυνατόν, ἀκατάσκευόν τε καὶ σαφῆ· διὸ καὶ προεκμανθάνειν δεῖ, ὅσους καὶ παρὰ τοῖς παλαιοῖς ἐστιν εὑρεῖν οὕτως ἀπηγγελμένους· χρήσιμον δὲ καὶ τὸ ὁλοκλήρου τινὸς εἰρημένου μύθου ἐθισθῆναι τὸν μανθάνοντα χαριέντως ἐκ τῶν μύθων ἄρξασθαι, ὥσπερ Ἡσίοδος ὧδʼ ἵρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον· ἐκ μὲν γὰρ τῶν ἐπενεχθέντων, ἄφρων δʼ ὅς κʼ ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν, δηλοῦται, ὅτι ἄρα ἤριζεν ἀηδὼν πρὸς ἱέρακα· κἄπειτα ἀγανακτήσας ὁ ἱέραξ καὶ συναρπάσας αὐτὴν οὕτω τάδε εἶπε. κλιτέον δὲ τούς μύθους καὶ τὴν χρείαν εἰς τε τοὺς ἀριθμοὺς καὶ τὰς πλαγίας πτώσεις, μάλιστα δὲ ἐμμελετητέον ταῖς αἰτιατικαῖς, ὅτι καὶ οἱ παλαιοὶ τούς πλείστους τῶν μύθων οὕτως ἀπήγγειλαν, καὶ μάλα ὀρθῶς, ὥς φησιν Ἀριστοτέλης· οὐ γὰρ ἐκ τοῦ αὑτῶν προσώπου λέγουσιν, ἀλλʼ ἐπὶ τὸ ἀρχαῖον ἀναφέρουσιν, ἵνα παραμυθήσωνται τὸ δοκεῖν ἀδύνατα λέγειν. οὐκ ἀεὶ δὲ χρὴ καθάπερ ἠναγκασμένῳ τινὶ ἕπεσθαι νόμῳ τῇ τῆς προκειμένης πτώσεως ἀκολουθίᾳ, ἀλλʼ ἔνια προσακτέον, καὶ μικτῷ τρόπῳ χρῆσθαι, ὡς προκεῖσθαι μὲν ἄλλην τινὰ πτῶσιν, μεταβεβληκέναι δὲ ἐν τοῖς ἐξῆς εἰς ἑτέραν ἐπιτερπέστερον γὰρ τούτου τὸ καὶ ποικίλον· ὁποῖός ἐστι καὶ παρὰ τῷ Σωκρατικῷ Φαίδωνι μῦθος ἐν τῷ Ζωπύρῳ· τὴν μὲν γὰρ ἀρχὴν ἀπὸ τῆς αἰτιατικῆς ἔχει. φασὶ τοίνυν, ὦ Σώκρατες, τὸν νεώτατον βασιλέως υἱὸν χαρίσασθαί τινι λέοντος σκύμνον· μικρὸν δὲ ὑποβὰς μετέβαλεν εἰς τὴν εὐθεῖαν οὕτω· καί μοι δοκεῖ ὁ λέων σύντροφος ὢν τῷ παιδὶ νεανίσκῳ ἤδη ὄντι ἀκολουθεῖν ὅ που βαδίζοι, ὥστε οἵ γε Πέρσαι ἐρᾶν ἔφασαν τοῦ παιδὸς αὐτόν, καὶ τὰ ἑξῆς. συμπλέκομεν δὲ ὧδε ἐκθέμενοι τὸν μῦθον ἐπιφέρομεν διήγημα, ὡς ἔοικε, ἢ ἀνάπαλιν τὸ μὲν διήγημα πρότερον, ὕστερον δὲ τὸν μῦθον, οἷον πεπλασμένον, ὅτι κάμηλος ἐπιθυμήσασα κεράτων καὶ τῶν ὤτων ἐστερήθη· τοῦτο προειπόντες ἐποίσομεν τὸ διήγημα τοῦτον τὸν τρόπον· παραπλήσιόν μοι δοκεῖ τι παθεῖν τῇ καμήλῳ ταύτῃ καὶ Κροῖσος ὁ Λυδός, καὶ ὅλον ἐφεξῆς τὸ διήγημα τὸ περὶ αὐτόν. ἐπεκτείνομεν δὲ τὰς ἐν τῷ μύθῳ προσωποποιΐας μηκύνοντες, καὶ ποταμὸν ἢ τι τῶν τοιούτων ἐκφράζοντες· τὸ ἐναντίον δὲ ποιοῦντες συστέλλομεν. ἐπιλέγομεν δὲ ὧδε, ὅταν μύθου ῥηθέντος ἐοικότα τινὰ γνωμικὸν αὐτῷ λόγον ἐπιχειρῶμεν κομίζειν, οἷον κύων παρὰ ποταμόν τινα φέρων κρέας, καὶ κατὰ τοῦ ὕδατος τὴν αὐτοῦ σκιὰν θεασάμενος, οἰηθεὶς ἕτερον εἶναι κύνα μεῖζον κρέας ἔχοντα, ὅ μὲν εἶχεν ἀπέβαλεν, ἁλόμενος δὲ εἰς τὸν ποταμὸν ὡς ἁρπάσων, ὑποβρύχιος ἐγένετο. τὸν λόγον δὲ οὕτως ἐποίσομεν ὅτι ἄρα πολλάκις οἱ τῶν μειζόνων ὀρεγόμενοι καὶ ἑαυτούς πρὸς αὐτοῖς τοῖς ὑπάρχουσιν ἀπολλύουσιν. γένοιντο δʼ ἂν καὶ ἑνὸς μύθου πλείονες ἐπίλογοι, ἐξ ἑκάστου τῶν ἐν τῷ μύθῳ πραγμάτων τὰς ἀφορμὰς ἡμῶν λαμβανόντων, καὶ ἀνάπαλιν ἑνὸς ἐπιλόγου πάμπολλοι μῦθοι ἀπεικασμένοι αὐτῷ. τὴν γὰρ τοῦ ἐπιλόγου δύναμιν ἁπλῆν προτείναντες προστάξομεν τοῖς νέοις μῦθόν τινα πλάσαι τῷ προτεθέντι πράγματι οἰκεῖον· προχείρως δὲ τοῦτο ποιεῖν δυνήσονται πολλῶν ἐμπλησθέντες μύθων, τοὺς μὲν ἐκ τῶν παλαιῶν συγγραμμάτων ἀνειληφότες, τούς δὲ καὶ αὐτοὶ μόνον ἀκούσαντες, τοὺς δὲ καὶ παρʼ ἑαυτῶν ἀναπλάσαντες. ἀνασκευάσομεν δὲ καὶ κατασκευάσομεν τοῦτον τὸν τρόπον ἐπεὶ γὰρ καὶ αὐτὸς ὁ μυθοποιὸς ὁμολογεῖ καὶ ψευδῆ καὶ ἀδύνατα συγγράφειν, πιθανὰ δὲ καὶ ὠφέλιμα, ἀνασκευαστέον μὲν δεικνύντας, ὅτι ἀπίθανα καὶ ἀσύμφορα λέγει· κατασκευαστέον δὲ ἐκ τῶν ἐναντίων· ταῦτα γάρ ἐστι τὰ ἀνωτάτω κεφάλαια, εἰς ἃ τὰ κατὰ μέρος ἐμπίπτει. τὸ μὲν οὖν προοίμιον πρόσφορον εἶναι δεῖ τῷ μύθῳ· μετὰ δὲ τὸ προοίμιον ἐκθέσθαι δεῖ τὸν μῦθον, ἐνίοτε δὲ καὶ παρατίθεσθαι, ὅπερ ἐν ὑποθέσει οὐκ ἀναγκαῖον ἀεὶ διηγεῖσθαι ἔπειτα δὲ μεταβαίνειν ἐπὶ τὴν ἐπιχείρησιν καὶ ἀνασκευάζειν τῶν εἰρημένων ἕκαστον ἐν μέρει, ἀπὸ τῶν πρώτων ἀρξαμένους, καὶ πρὸς ἕκαστον μέρος τοῦ μύθου ἐφʼ ἑκάστου τόπου λόγων εὐπορεῖν πειρωμένους· ληπτέον δὲ τὰ ἐπιχειρήματα ἐκ τόπων τῶνδε, ἐκ τοῦ ἀσαφοῦς, ἐκ τοῦ ἀπιθάνου, ἐκ τοῦ ἀπρεποῦς, ἐκ τοῦ ἐλλιποῦς, ἐκ τοῦ πλεονάζοντος, ἐκ τοῦ ἀσυνήθους, ἐκ τοῦ μαχομένου, ἐκ τῆς τάξεως, ἐκ τοῦ ἀσυμφόρου, ἐκ τοῦ ἀνομοίου, ἐκ τοῦ ψευδοῦς. ἀσάφεια μὲν οὖν γίνεται ἤτοι διʼ ἓν ὄνομα ἢ καὶ πλείονα διʼ ἒν μὲν ὅταν τις ὀνόμασι χρήσηται ἢ παρὰ τὰ εἰωθότα ἢ ὁμωνύμως, διὰ πλείω δὲ ὅταν δυνατὸν μηδενὸς μήτε προστιθεμένου μήτε ἀφαιροῦντος πολλαχῶς ἐκδέχεσθαι τὸ εἰρημένον, οἷον ἐγώ σʼ ἔθηκα δοῦλον ὄντʼ ἐλεύθερον. οὐ γὰρ σαφές, πότερον ἐλεύθερον ἔθηκεν ἀντὶ δούλου, ἢ δοῦλον ἀντʼ ἐλευθέρου. ἀκριβέστερον δὲ μικρὸν ὕστερον περὶ τῆς σαφηνείας ἐν τῷ περὶ διηγήματος ῥηθήσεται. τὸ δὲ ἀπίθανόν ἐστι τὸ δυνατὸν μὲν γενέσθαι ἢ λελέχθαι, ἀπιστούμενον δὲ εἰ γέγονεν ἢ εἴρηται ἤτοι διὰ πρόσωπον, ἐφʼ ὃ ἡ πρᾶξις ὁ λόγος ἀναφέρεται, ἢ διὰ τὸν τόπον, ἐν λέγεται γενέσθαι τι ἢ εἰρῆσθαι, ἢ διὰ τὸν χρόνον, καθʼ ὃν λέγεταί τι γενέσθαι ἢ λελέχθαι, ἢ διὰ τὸν τρόπον τῆς πράξεως ἢ τοῦ λόγου, ἢ διὰ τὴν αἰτίαν τῶν αὐτῶν τούτων λεγόντων ἡμῶν ὅτι οὐκ εἰκός ἐστι τῷ τοιούτῳ τόδε τι πρᾶξαι ἢ τόδε τι εἰπεῖν, ἐν τούτῳ τῷ τόπῳ, ἢ κατὰ τοῦτον τὸν χρόνον, ἢ τοῦτον τὸν τρόπον, ἢ διὰ ταύτην τὴν αἰτίαν. ὁ αὐτὸς δὲ λόγος ἐστὶ καὶ περὶ τοῦ ἀπρεποῦς. τὸ δʼ ἐλλιπὲς τὸ πλεονάζον ἐστίν, ὅταν τι τῶν ῥηθήσεσθαι δυναμένων παραλίπῃ, ἢ εἴπῃ τι μηδὲν ὄν, οἷον ἢ πρόσωπον ἢ πρᾶγμα ἢ χρόνον ἢ τρόπον ἢ τόπον ἢ αἰτίαν ἢ τι τῶν τοιούτων. τὸ δὲ ἀσυνηθές ἐστι τὸ παρὰ τὴν πεπιστευμένην ἱστορίαν, ἢ τὸ παρὰ τὰς κοινὰς ὑπολήψεις λεγόμενον, οἶον εἵ τις τοὺς ἀνθρώπους μὴ πεπλάσθαι εἴποι ὑπὸ τοῦ Προμηθέως, ἀλλʼ ὑπʼ ἄλλου τινὸς τῶν θεῶν, ἢ τὸν ὄνον φρόνιμον εἴποι, ἤ ἀνόητον τὴν ἀλώπεκα. ὁ δὲ ἐκ τοῦ μαχομένου τόπος τοιοῦτός ἐστιν, ὅταν δείξωμεν αὐτὸν ἑαυτῷ μαχόμενον τὸν μυθογράφον· τούτῳ δὲ χρηστέον οὐκ ἐν ἀρχῇ, ἀλλʼ ὅταν τι τῶν μέσων ἢ τελευταίων ἀνασκευάζωμεν, ἔπειτα καὶ ἐναντίον αὐτὸ δεικνύωμεν τοῖς προειρημένοις. ἀπό γε μὴν τῆς τάξεως ἐπιχειρήσομεν ἐλέγχοντες, ἃ μὲν ἔδει πρῶτον ἐν τῷ μύθῳ ῥηθῆναι, οὐκ ἐν πρώτοις ἀπηγγελμένα ἃ δὲ ἐπὶ τελευτῆς, ἀλλαχοῦ προκείμενα· καὶ ὅλως ἕκαστον ὡς ἄν δυναίμεθα, οὐ κατὰ τὴν προσήκουσαν τάξιν εἰρημένον. καὶ μὴν καὶ ὁ ἐκ τοῦ ἀσυμφόρου τόπος σαφής ἐστιν, ᾧ καὶ μᾶλλον χρησόμεθα εἰς ἀνασκευὴν τοῦ ἐπιλόγου. οἱ δὲ ἐκ τοῦ ἀνομοίου καὶ τοῦ ψευδοῦς μόνον εἰσὶ τοῦ ἐπιλόγου ἀνασκευαστικοί· ἐκ μὲν οὖν τοῦ ἀνομοίου, ἐπειδὰν τὰ ἐν τῷ μύθῳ κατὰ μηδὲν ἤ μὴ πάντη τῷ ἐπιλόγῳ προσεοικότα ὑπάρχῃ· ἐκ δὲ τοῦ ψευδοῦς, ὅταν μὴ κατὰ πᾶν συμβαίνῃ, ὥς φησιν ὁ μυθογράφος, ὅτι οἱ τῶν πλειόνων ὀρεγόμενοι καὶ τῶν ὄντων στερίσκονται· οὐ γὰρ ἀεὶ τοῦτο ἀληθές ἐστιν. ἐκ δὲ τῶν ἐναντίων τόπων κατασκευάσομεν. ἀνακεφαλαιοῦσθαι δὲ χρή, ὅταν πολλαὶ καὶ ἰσχυραὶ ὦσιν ἀνασκευαὶ καὶ κατασκευαί, ἐπεὶ ὅταν ὀλίγαι καὶ ἀσθενεῖς, οὐ παραληπτέον τὴν ἀνακεφαλαίωσιν. χρησόμεθα δὲ ἐνταῦθα καὶ τῷ διασύρειν, καὶ αὐξήσεσιν ἢ μειώσεσιν, καὶ παρεκβάσεσι, καὶ ἤθεσι καὶ ἁπλῶς πάσαις ταῖς τῶν λόγων ἰδέαις· καθάπερ γὰρ εἴπομεν, σμικρὸν διαλλάττει τὸ γύμνασμα τοῦτο δικανικῆς ὑποθέσεως. οἱ δʼ αὐτοὶ τόποι χρήσιμοι καὶ πρὸς τὴν τῶν διηγημάτων ἀνασκευήν τε καὶ κατασκευήν.