Ancient Greek · ~54 min
ΠΕΡΙ ΧΡΕΙΑΣ.
Aelius Theon, Progymnasmata ΠΕΡΙ ΧΡΕΙΑΣ..1
Not analysed yet
Χρεία ἐστὶ σύντομος ἀπόφασις ἢ πρᾶξις μετ᾿ εὐστοχίας ἀναφερομένη εἴς τι ὡρισμένον πρόσωπον ἢ ἀναλογοῦν προσώπῳ, παράκειται δὲ αὐτῇ γνώμη καὶ ἀπομνημόνευμα· πᾶσα γὰρ γνώμη σύντομος εἰς πρόσωπον ἀναφερομένη χρείαν ποιεῖ. καὶ τὸ ἀπομνημόνευμα δὲ πρᾶξίς ἐστιν ἢ λόγος βιωφελής. διαφέρει δὲ ἡ μὲν γνώμη τῆς χρείας τέτρασι τοῖσδε, τῷ τὴν μὲν χρείαν πάντως ἀναφέρεσθαι εἰς πρόσωπον, τὴν δὲ γνώμην οὐ πάντως, καὶ τῷ ποτὲ μὲν τὸ καθόλου, ποτὲ δὲ τὸ ἐπὶ μέρους ἀποφαίνεσθαι τὴν χρείαν, τὴν δὲ γνώμην καθόλου μόνον· ἔτι δὲ τῷ χαριεντίζεσθαι τὴν χρείαν ἐνίοτε μηδὲν ἔχουσαν βιωφελές, τὴν δὲ γνώμην ἀεὶ περὶ τῶν ἐν τῷ βίῳ χρησίμων εἶναι· τέταρτον ὅτι ἡ μὲν χρεία πρᾶξις ἢ λόγος ὑπάρχει, ἡ δὲ γνώμη λόγος ἐστὶ μόνον. τὸ δὲ ἀπομνημόνευμα δυσὶ τοῖσδε κεχώρισται τῆς χρείας· ἡ μὲν γὰρ σύντομος, τὸ δὲ ἀπομνημόνευμα ἕσθ᾿ ὅτε ἐπεκτείνεται, καὶ ἡ μὲν ἀναφέρεται εἴς τινα πρόσωπα, τὸ δὲ ἀπομνημόνευμα καὶ καθ᾿ ἑαυτὸ μνημονεύεται. εἴρηται δὲ χρεία κατ᾿ ἐξοχήν, ὅτι μᾶλλον τῶν ἄλλων πρὸς πολλὰ χρειώδης ἐστὶ τῷ βίῳ, καθάπερ καὶ Ὅμηρον πολλῶν ὄντων ποιητῶν κατ᾿ ἐξοχὴν τοῦτον μόνον καλεῖν εἰώθαμεν ποιητήν. Τῆς δὲ χρείας τὰ ἀνωτάτω γένη τρία αἱ μὲν γάρ εἰσι λογικαί, αἱ δὲ πρακτικαί, αἰ δὲ μικταί. λογικαὶ μέν εἰσιν αἰ χωρὶς πράξεως διὰ λόγων ἔχουσαι τὸ κῦρος, οἷον Διογένης ὁ φιλόσοφος ἐρωτηθεὶς ὑπό τινος, πῶς ἄν ἔνδοξος γένοιτο, ἀπεκρίνατο, ὅτι ἥκιστα δόξης φροντίζων τῶν δὲ λογικῶν εἴδη δύο, ἀποφαντικὸν καὶ ἀποκριτικόν· του δὲ ἀποφαντικοῦ αἱ μέν εἰσι καθʼ ἑκούσιον ἀπόφασιν, οἷον Ἰσοκράτης ὁ σοφιστὴς τοὺς εὐφυεῖς τῶν μαθητῶν θεῶν παῖδας ἔλεγεν εἶναι αἱ δὲ κατὰ περίστασιν, οἷον Διογένης ὁ Κυνικὸς φιλόσοφος ἰδὼν μειράκιον πλούσιον ἀπαίδευτον εἶπεν, οὗτός ἐστι ῥύπος περιηργυρωμένος· οὐ γὰρ ὁ Διογένης ἁπλῶς ἀπεφήνατο, ἀλλ᾿ ἐξ ὧν εἶδεν ἔτι καὶ τοῦ ἀποκριτικοῦ εἰσιν εἴδη τέσσαρα, τό τε κατ ἐρώτησιν, καὶ τὸ κατὰ πύσμα, καὶ τὸ κατ᾿ ἐρώτησιν αἰ τιῶδες, καὶ τὸ ὁμωνύμως τῷ γένει λεγόμενον ἀποκριτικόν. διαφέρει δὲ τοῦ πύσματος ἡ ἐρώτησις, ὅτι πρὸς μὲν τὴν ἐρώτησιν συγκαταθέσθαι δεῖ μόνον ἢ ἀρνήσασθαι, οἷον ἀνανεῦσαι ἢ κατανεῦσαι, ἢ διά γε τοῦ ναὶ ἢ οὒ ἀποκρίνασθαι, τὸ δὲ πύσμα μακροτέραν ἀπαιτεῖ τὴν ἀπόκρισιν· κατ᾿ ἐρώτησιν μὲν οὖν ἐστιν, οἷον Πιττακὸς ὁ Μιτυληναῖος ἐρωτηθείς, εἰ λανθάνει τις τοὺς θεοὺς φαῦλόν τι ποιῶν, εἶπεν, οὒ οὐδὲ διανοούμενος. μετὰ γὰρ τὴν ἀπόφασιν τὸ προστιθέμενον περισσόν ἐστιν, ἐπεὶ καὶ ἀφαιρεθέντος αὐτοῦ ἀπήρκει ἡ ἀπόφασις. ἡ δὲ πυσματικὴ τοιαύτη ἐστίν, οἷον Θεανὼ ἡ Πυθαγορικὴ φιλόσοφος ἐρωτηθεῖσα ὑπό τινος, ποσταία γυνὴ ἀπʼ ἀνδρὸς καθαρὰ εἰς τὸ θεσμοφορεῖον κάτεισιν, εἶπεν, ἀπὸ μὲν τοῦ ἰδίου παραχρῆμα, ἀπὸ δὲ τοῦ ἀλλοτρίου οὐδέποτε. αἰ δὲ κατʼ ἐρώτησιν αἰτιώδεις εἰσίν, ὅσαι χωρὶς τῆς πρὸς τὴν ἐρώτησιν ἀποκρίσεως καὶ αἰτίαν τινὰ ἔχουσιν ἢ συμβουλὴν ἤ τι τοιοῦτον, οἷον Σωκράτης ἐρωτηθείς, εἰ εὐδαίμων αὐτῷ δοκεῖ ὁ τῶν Περσῶν βασιλεύς, οὐκ ἔχω λέγειν, εἶπε, μηδὲ γὰρ εἰδέναι πῶς ἔχει παιδείας. ἀποκριτικαὶ δέ εἰσιν αἱ μήτε κατ᾿ ἐρώτησιν, μήτε κατὰ πύσμα, λόγον δέ τινα ἔχουσαι, πρὸς ὅν ἐστιν ἡ ἀπόκρισις, οἷον Πλάτων ποτὲ Διογένους ἀριστῶντος ἐν ἀγορᾷ καὶ καλοῦντος αὐτὸν ἐπὶ τὸ ἄριστον, ὦ Διόγενες, εἶπεν, ὡς χάριεν ἂν ἦν σου τὸ ἄπλαστον, εἰ μὴ πλαστὸν ἦν οὔτε γὰρ Διογένης περί τινος ἠρώτα τὸν Πλάτωνα, οὔτε ὁ Πλάτων πυνθάνεται αὐτοῦ, ἀλλʼ ἁπλῶς πρὸς τὸ ἄριστον καλεῖ αὐτόν, ὅπερ ἐστὶ τῶν οὐδετέρων. ἔστι δὲ παρὰ ταῦτα καὶ ἄλλο εἶδος ἐμπῖπτον εἰς τὰς λογικὰς καλούμενον διπλοῦν, διπλῆ δέ ἐστι χρεία ἡ δύο προσώπων ἀποφάσεις ἔχουσα, ὧν καὶ ἡ ἑτέρα μεθ᾿ ἑνὸς προσώπου χρείαν ποιεῖ, οἷον Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς ἐπιστὰς Διογένει κοιμωμένῳ εἶπεν, οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα. καὶ ὁ Διογένης ἀπεκρίνατο, ᾧ λαοί τ᾿ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν. ἦν γὰρ καὶ οὕτω χρεία μὴ προστιθεμένης τῆς ἀποκρίσεως. πρακτικαὶ δέ εἰσιν αἱ χωρὶς λόγου ἐμφαίνουσαι τινα νοῦν, τῶν δὲ πρακτικῶν αἱ μέν εἰσιν ἐνεργητικαί, αἱ δὲ παθητικαί, ἐνεργητικαὶ μὲν ὅσαι δηλοῦσί τινα ἐνέργειαν, οἷον Διογένης ὁ Κυνικὸς φιλόσοφος ἰδὼν ὀψοφάγον παῖδα τὸν παιδαγωγὸν τῇ βακτηρίᾳ ἔπαισε. παθητικαὶ δὲ αἱ πάθος τι σημαίνουσαι, οἷον Δίδυμος ὁ αὐλητὴς ἁλοὺς ἐπὶ μοιχείᾳ ἐκ τοῦ ὀνόματος ἐκρεμάσθη. μικταὶ δέ εἰσιν ὅσαι τοῦ μὲν λογικοῦ καὶ τοῦ πρακτικοῦ κοινωνοῦσιν, ἐν δὲ τῷ πρακτικῷ τὸ κῦρος ἔχουσιν, οἷον Πυθαγόρας ὁ φιλόσοφος ἐρωτηθεὶς πόσος ἐστὶν ὁ τῶν ἀνθρώπων βίος, ἀναβὰς ἐπὶ τὸ δωμάτιον παρέκυψεν ὀλίγον, δηλῶν διὰ τούτου τὴν βραχύτητα. καὶ ἔτι Λάκων ἐρομένου τινὸς αὐτὸν ποῦ τοὺς ὅρους τῆς γῆς ἔχουσι Λακεδαιμόνιοι, ἔδειξε τὸ δόρυ. Τὰ μὲν οὖν εἴδη τῶν χρειῶν ταῦτά ἐστι· προφέρονται δὲ αἱ μὲν γνωμολογικῶς, αἱ δὲ ἀποδεικτικῶς, αἱ δὲ κατὰ χαριεντισμόν, αἱ δὲ κατὰ συλλογισμόν, αἱ δὲ κατὰ ἐνθύμημα, αἱ δὲ κατὰ παράδειγμα, αἱ δὲ κατ᾿ εὐχήν, αἱ δὲ συμβολικῶς, αἱ δὲ τροπικῶς, αἱ δὲ κατὰ ἀμφιβολίαν, αἱ δὲ κατὰ μετάληψιν, αἱ δὲ συνεζευγμένως ἐξ οἵων δήποτε τῶν προειρημένων τρόπων συγκείμεναι. γνωμολογικῶς μὲν οἷον Βίων ὁ σοφιστὴς τὴν φιλαργυρίαν μητρόπολιν ἔλεγε πάσης κακίας εἶναι. ἀποδεικτικῶς δὲ οἷον Ἰσοκράτης ὁ ῥήτωρ παρῄνει τοῖς γνωρίμοις προτιμᾶν τῶν γονέων τοὺς διδασκάλους, ὅτι οἱ μὲν τοῦ ζῆν μόνον, οἱ δὲ διδάσκαλοι καὶ τοῦ καλῶς ζῆν αἴτιοι γεγόνασιν· τὴν γὰρ ἀπόφασιν αὐτοῦ Ἰσοκράτης μετὰ ἀποδείξεως ἐξενήνοχε. κατὰ χαριεντισμὸν δὲ οἷον Ὀλυμπιὰς πυθομένη τὸν υἱὸν Ἀλέξανδρον Διὸς αὐτὸν ἀποφαίνειν, οὐ παύσεται οὗτος, ἔφη, διαβάλλων με πρὸς τὴν Ἥραν; συλλογιστικῶς δὲ οἷον Διογένης ὁ φιλόσοφος ἰδὼν μειράκιον περισσῶς καλλωπιζόμενον εἶπεν· εἰ μὲν πρὸς ἄνδρας, ἀτυχεῖς, εἰ δὲ πρὸς γυναῖκας, ἀδικεῖς. ἐνθυμηματικῶς δὲ οἷον Σωκράτης ὁ φιλόσοφος Ἀπολλοδώρου τινὸς γνωρίμου λέγοντος αὐτῷ ἀδίκως σου θάνατον κατέγνωσαν Ἀθηναῖοι, γελάσας ἔφη, σὺ δὲ ἐβούλου δικαίως; προσενθυμεῖσθαι γὰρ ἡμὰς δεῖ, ὅτι ἄρα βέλτιον ἀδίκως ἢ δικαίως κατεγνῶσθαι, ὅπερ ἐν τῇ χρείᾳ δοκεῖ παραλελεῖφθαι δυνάμει δηλούμενον. κατὰ παράδειγμα δὲ οἷον Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεύς παρακαλούμενος ὑπὸ τῶν φίλων συναγαγεῖν χρήματα, εἶπεν, ἀλλὰ ταῦτα οὐκ ὤνησεν οὐδὲ Κροῖσον. εὐκτικῶς δὲ οἷον Δάμων ὁ παιδοτρίβης χωλούς ἔχων τούς πόδας κλαπέντων αὐτοῦ τῶν ὑποδημάτων, ἔφη, εἴθε ἐναρμόσειε τῷ κλέπτῃ. συμβολικῶς δὲ οἷον Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεύς ἐρωτηθεὶς ὑπό τινος, ποῦ ἔχει τοὺς θησαυρούς, ἐν τούτοις, ἔφη, δείξας τούς φίλους. τροπικῶς δὲ οἷον Πλάτων ὁ φιλόσοφος τοὺς τῆς ἀρετῆς κλῶνας ἔφη ἱδρῶτι καὶ πόνοις φύεσθαι. κατὰ ἀμφιβολίαν δέ, οἷον Ἰσοκράτης ὁ ῥήτωρ συνισταμένου αὐτῷ παιδίου καὶ ἐρωτῶντος τοῦ συνιστάντος, τίνος αὐτῷ δεῖ, εἶπε, πινακιδίου ΚΑΙΝΟΥ, καὶ γραφιδίου ΚΑΙΝΟΥ ἀμφιβαλλόμενον γάρ, πότερον νοῦ καὶ πινακιδίου λέγει ἢ πινακίδος καινῆς καὶ καινοῦ γραφιδίου. κατὰ μετάληψιν δέ ἐστιν, ὅταν τὸ λεγόμενον καὶ τὸ ἐρωτώμενον ἐπʼ ἄλλο τις ἀποκρινόμενος μεταλαμβάνῃ, οἷον Πύρρος ὁ τῶν Ἠπειρωτῶν βασιλεύς ζητούντων τινῶν παρὰ πότον, πότερος κρείττων αὐλητὴς Ἀντιγεννίδας ἢ Σάτυρος, ἐμοὶ μέν, εἶπε, στρατηγὸς Πολυσπέρχων. ὁ δὲ συνεζευγμένος τρόπος οὐκ ἄδηλός ἐστιν, ὅτι πολλαχῶς γίνεται· ἢ γὰρ γνωμικῷ χαριεντισμῷ συμπλακήσεται, ἢ παραδείγματι συμβολικῷ ἢ ἀμφιβολίᾳ καὶ μεταλήψει ἢ ἀπλῶς καθʼ ὅσους καὶ ἄλλους τρόπους δύναται συγγενέσθαι συζυγία, ἤτοι δυοῖν ἢ καὶ πλειόνων τρόπων εἰς μίαν χρείαν παραλαμβανομένων, οἷον Διογένης ὁ Κυνικὸς φιλόσοφος ἰδὼν μειράκιον ἐκ μοιχοῦ λίθους βάλλον εἰς ἀγοράν, παῦσαι, ἔφη, παιδίον, μὴ ἀγνοοῦν παίσῃς τὸν πατέρα. ἔχει γὰρ ἅμα καὶ συμβολικῶς καὶ χαριέντως ἡ ἀπόφασις. Γυμνάζονται δὲ κατὰ τὰς χρείας τῇ ἀπαγγελίᾳ τῇ κλίσει τῇ ἐπιφωνήσει τῇ ἀντιλογίᾳ, ἐπεκτείνομέν τε καὶ συστέλλομεν τὴν χρείαν, πρὸς δὲ τούτοις ἀνασκευάζομεν καὶ κατασκευάζομεν. καὶ ἡ μὲν ἀπαγγελία φανερά ἐστι ῥηθεῖσαν γὰρ χρείαν πειρώμεθα κατὰ τὸ δυνατὸν αὐτοῖς ὀνόμασιν ἢ καὶ ἑτέροις σαφέστατα ἑρμηνεῦσαι. ἡ δὲ κλίσις ἐστὶ ποικίλη· τὰ γὰρ ἐν τῇ χρεία πρόσωπα εἰς τοὺς τρεῖς ἀριθμούς ἐναλλάττομεν, καὶ τοῦτο οὐχ ἁπλῶς, ἀλλʼ οἷον ἑνὸς πρὸς ἔνα καὶ πρὸς δύο καὶ πρὸς πλείους, καὶ πάλιν δυοῖν πρὸς ἕνα καὶ πρὸς δύο, καὶ πρὸς πλείους, ἔτι δὲ πλειόνων πρὸς ἕνα καὶ πρὸς δύο καὶ πρὸς πλείους. προκειμένης γὰρ χρείας, ὅτι Ἰσοκράτης ὁ ῥήτωρ τούς εὐφυέας τῶν θεῶν παῖδας ἔλεγεν εἶναι, οὕτω κλίνομεν ἑνὸς μὲν πρὸς ἔνα, οἷον Ἰσοκράτης ὁ ῥήτωρ τὸν εὐφυέα τῶν μαθητῶν θεῶν παῖδα ἔλεγεν εἶναι δυοῖν δὲ πρὸς δύο, Ἰσοκράτεε τώ ῥήτορε τὼ εὐφυέε τῶν μαθητῶν θεῶν παῖδε ἐλεγέτην εἶναι· πλειόνων δὲ πρὸς πλείους, Ἰσοκράτεις οἱ ῥήτορες τοὺς εὐφυεῖς τῶν μαθητῶν θεῶν παῖδας ἔλεγον εἶναι. φανερὸν δὲ ἐκ τούτων, πῶς καὶ τοὺς ἄλλους τρόπους κλινοῦμεν· μεταλαμβάνονται γὰρ καὶ εἰς τὰς πέντε πτώσεις. ἀλλʼ ἐπεὶ τῶν χρειῶν αἱ μέν εἰσι λογικαί, αἱ δὲ πρακτικαί, αἱ δὲ ἐξ ἀμφοῖν τούτοιν μικταί, καὶ τούτων αὖ ἕτερά ἐστιν εἴδη, καθʼ ἕκαστον αὐτῶν πειρασόμεθα διδάσκειν τὴν κλίσιν ἐπὶ παραδείγματος. ἡ μὲν οὖν ὀρθὴ οὐδεμίαν ἔχει δυσκολίαν κατὰ γὰρ αὐτὴν ἑκάστη τῶν χρειῶν εἴωθε προφέρεσθαι. τὴν δὲ γενικὴν πτῶσιν οὕτω κλινοῦμεν· ἐὰν μὲν λογικὴ χρεία, προσθήσομεν αὐτῇ, τὸ ῥηθὲν μνήμης ἔτυχεν, ἢ λόγος ἀπομνημονεύεται εἰπόντος. τὸ μὲν οὖν πρότερον μετὰ τὴν ἀπαγγελίαν ὅλης τῆς χρείας εὐπρεπές ἐστιν ἐπενεγκεῖν, οἷον Ἰσοκράτους τοῦ ῥήτορος τοὺς εὐφυεῖς τῶν μαθητῶν θεῶν παῖδας λέγοντος εἶναι τὸ ῥηθὲν μνήμης ἔτυχε, τὸ δὲ δεύτερον μεσούσης αὐτῆς καὶ τῆς ἀποφάσεως ἀρχομένης, οἷον Πιττακοῦ τοῦ Μιτυληναίου ἐρωτηθέντος εἰ λανθάνει τις τοὺς θεοὺς φαῦλόν τι ποιῶν, λόγος ἀπομνημονεύεται εἰπόντος, οὐδὲ διανοούμενος. ἁρμόττει δὲ μᾶλλον τὸ μέν, λόγος ἀπομνημονεύεται, πάσαις ταῖς λογικαῖς χρείαις, πλὴν τῆς καθʼ ἑκούσιον ἀπό φασιν· ταύτῃ γὰρ τὸ ῥηθὲν μνήμης ἔτυχεν. ἐὰν δὲ πρακτικὴ χρεία, εἰ μὲν παθητικὴ εἴη, προσθετέον, τὸ συμβὰν μνήμης ἔτυχεν. εἰ δὲ ἐνεργητική, τὸ πραχθὲν μνήμης ἔτυχεν, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ μικτοῦ. ἐπὶ τέλει μέντοι τῶν χρειῶν καὶ τούτων ἕκαστον προσθετέον, οἷον Διδύμου τοῦ αὐλητοῦ ἁλόντος ἐπὶ μοιχείᾳ καὶ ἐκ τοῦ ὀνόματος κρεμασθέντος τὸ συμβὰν μνήμης ἔτυχε, καὶ Διογένους τοῦ Κυνικοῦ φιλοσόφου ἰδόντος ὀψοφάγον παῖδα καὶ τὸν παιδαγωγὸν τῇ βακτηρίᾳ παίσαντος τὸ πραχθὲν μνήμης ἔτυχε. τῇ δὲ δοτικῇ ἐπὶ πάσης χρείας πλὴν τῆς παθητικῆς προσθήσομεν τὸ ἔδοξεν ἢ τὸ ἐφάνη ἢ τὸ ἐπῆλθεν ἢ καὶ τὸ παρέστη ἤ τι τῶν τοιούτων, οἷον Διογένει τῷ Κυνικῷ φιλοσόφῳ ἰδόντι μειράκιον πλούσιον ἀπαίδευτον ἔδοξεν εἰπεῖν, οὗτός ἐστι ῥύπος περιηργυρωμένος. ἐπὶ μὲν τῆς παθητικῆς προσθήσομεν τὸ συνέβη, οἷον Διδύμῳ τῷ αὐλητῇ ἁλόντι ἐπὶ μοιχείᾳ συνέβη ἐκ τοῦ ὀνόματος κρεμασθῆναι. ἐπὶ δὲ τῆς αἰτιατικῆς προσθήσομεν καθόλου ἐπὶ πάσης χρείας τὸ φασί, τὸ λέγεται, οἷον Διογένην τὸν Κυνικὸν φιλόσοφον ἰδόντα μειράκιον πλούσιον ἀπαίδευτόν φασιν εἰπεῖν, ἢ λέγεται, οὗτός ἐστι ῥύπος περιηργυρωμένος. ἡ δὲ κλητικὴ σαφής ἐστι· ποιησόμεθα γὰρ τὸν λόγον πρὸς παρὸν ἡμῖν πρόσωπον, ἐφʼ ὃ ἡ χρεία ἀναφέρεται, οἷον Διόγενες Κυνικὲ φιλόσοφε, ἰδών μειράκιον πλούσιον ἀπαίδευτον, εἶπας, οὗτός ἐστι ῥύπος περιηργυρωμένος. ἐπιφωνεῖν δέ ἐστιν ἀποδεχομένους οἰκείως καὶ συντόμως τὸ εἰρημένον διὰ τῆς χρείας, ἢ ὡς ἀληθές ἐστιν, ἢ ὡς καλόν, ἢ ὡς συμφέρον, ἢ ὡς καὶ ἄλλοις τὸ αὐτὸ τοῦτο ἔδοξεν ἀνδράσι δεδοκιμασμένοις, οἶον Εὐριπίδης ὁ ποιητὴς τὸν νοῦν ἡμῶν ἑκάστου ἔφησεν εἶναι θεόν. ἐπιφωνήσομεν δὲ ἐκ μὲν τοῦ ἀληθοῦς οὕτως· θεὸς γὰρ ὄντως ἑκάστῳ ὁ νοῦς, ἐφʼ ἃ μὲν συμφέρει προτρέπων ἡμὰς, ἀπείργων δὲ τῶν ζημιούντων. ἐκ δὲ τοῦ καλοῦ οὕτω· καλὸν γὰρ ἕκαστον μὴ ἐν χρυσῷ καὶ ἀργύρῳ νομίζειν εἶναι τὸν θεόν, ἀλλʼ ἐν ἑαυτῷ. ἐκ δὲ τοῦ συμφέροντος οὕτως· ἵνα μὴ διὰ μακροῦ κεῖσθαι τὸ τιμωροῦν οἰόμενοι πολλὴν τοῦ ἀδικεῖν ἔχοιμεν εὐχέρειαν. ἐκ δὲ τῆς τῶν εὐδοκίμων μαρτυρίας, ὅταν ἢ σοφὸν ἢ νομοθέτην ἢ ποιητὴν ἢ ἄλλον τινὰ τῶν διωνομασμένων λέγωμεν ὁμογνωμονεῖν τῷ ῥηθέντι, οἷον ἐπὶ τῆς προκειμένης χρείας φήσομεν· τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἶον ἐπʼ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε. ἀντιλέγομεν δὲ ταῖς χρείαις ἐκ τῶν ἐναντίων, ὡς πρὸς τὸν Ἰσοκράτην, εἰπόντα ὅτι τοὺς διδασκάλους προτιμητέον τῶν πατέρων· οἱ μὲν γὰρ τὸ ζῆν ἡμῖν, οἱ δὲ διδάσκαλοι τὸ καλῶς ζῆν παρέσχοντο. φαμὲν γὰρ ἀντιλέγοντες, ὅτι οὐκ ἐνῆν καλῶς ζῆν, εἰ μὴ τὸ ζῆν οἱ πατέρες παρέσχοντο. εἰδέναι δὲ δεῖ, ὅτι οὐ δυνατὸν ἀντιλέγειν πάσῃ χρείᾳ πολλῶν καλῶς καὶ ἀμέμπτως εἰρημένων, ὥσπερ οὐδὲ πάσας ἐστὶν ἐπαινεῖν διὰ τό τινων εὐθὺς προσπίπτειν τὴν ἀτοπίαν. ἐπεκτείνομεν δὲ τὴν χρείαν, ἐπειδὰν τὰς ἐν αὐτῇ ἐρωτήσεις τε καὶ ἀποκρίσεις, καὶ εἰ πρᾶξίς τις ἢ πάθος ἐνυπάρχῃ, μηκύνοιμεν. συστέλλομεν δὲ τὸ ἐναντίον ποιοῦντες, οἷον σύντομος μὲν χρεία Ἐπαμεινώνδας, ἄτεκνος ἀποθνήσκων, ἔλεγε τοῖς φίλοις, καὶ ἄλλων εἰς αὐτὴν δεόμεθα. ἐκ δὲ τοῦ ἀδυνάτου, ὡς ἄν φῶμεν πρὸς τὸν Ἰσοκράτην, μὴ δυνατὸν ἐκ θεῶν ἀνθρώπους γενέσθαι, μηδ’ ἂν εὐφυεῖς ὦσιν. ἐκ δὲ τοῦ ἀπιθάνου, ὅτι μὴ εἰκός ἐστιν, Ἀντισθένην Ἀττικόν γε ὄντα παραγενόμενον Ἀθήνηθεν εἰς Λακεδαίμονα ἐκ τῆς γυναικωνίτιδος λέγειν εἰς τὴν ἀνδρωνῖτιν ἐπιέναι. ἐκ δὲ τοῦ ψευδοῦς, ὅτι μὴ ἀληθῶς ὁ Βίων ἔλεγε τὴν φιλαργυρίαν μητρόπολιν εἶναι τῆς κακίας· μᾶλλον γὰρ ἀφροσύνη ἐστίν. ἐκ δὲ τοῦ ἀσυμφόρου, ὅτι βλαβερῶς παραινεῖ Σιμωνίδης παίζειν ἐν τῷ βίῳ καὶ περὶ μηδὲν ἁπλῶς σπουδάζειν. ἐκ δὲ τοῦ ἀχρήστου, οἷον εἰ φαίνοιτο πρὸς οὐδὲν ὠφέλιμον τὸ ῥηθὲν τῷ βίῳ. ἐκ δὲ τοῦ αἰσχροῦ, ὁπόταν αἰσχρὰν καὶ ἐπονείδιστον ἀποφαίνωμεν τὴν χρείαν, οἷον ἀνὴρ Συβαρίτης ἰδὼν Λακεδαιμονίους ἐπιπόνως ζῶντας οὐ θαυμάζειν ἔφησεν, ὅτι ἐν τοῖς πολέμοις οὐκ ὀκνοῦσιν ἀποθνήσκειν, ἄμεινον γὰρ εἶναι τὸν θάνατον τοῦ τοιούτου βίου πάνυ γὰρ μαλακῶς καὶ οὐκ ἀνδρείου τρόπου τὴν ἀπόφασιν ἐποιήσατο. ἐκ μὲν οὖν τούτων ἀνασκευαστέον, πρὸς ἕκαστον δὲ μέρος τῆς χρείας ἀρξάμενον ἀπὸ τῶν πρώτων ἐπιχειρεῖν δεῖ, ἐξ ὅσων τόπων ἄν δυνατὸν ᾖ μὴ λανθανέτω γὰρ ἡμᾶς ὅτι οὐχ οἷόν τέ ἐστιν ἐν πάσαις ἐκ πάντων ἐπιχειρεῖν. Τὴν μέντοι τάξιν τῶν ἐπιχειρημάτων ποιησόμεθα, καθὰ καὶ τῶν τόπων ἐκτιθέμεθα, οἱ αὐτοὶ δʼ ἂν εἶεν καὶ πρὸς τὴν τῶν γνωμῶν ἀνασκευήν τε καὶ κατασκευήν. τοῖς δὲ ἤδη τελειοτέροις προσήκει τὰς ἀφορμὰς λαμβάνειν καὶ ἐκ τῶν πρὸς τὰς θέσεις ἡμῖν παραθησομένων. χρὴ δὲ τὸ προοίμιον μὴ τοιοῦτον εἶναι, ὥστε ἐφαρμόττειν ἑτέραις χρείαις, ἀλλʼ ἴδιον τῆς ὑποκειμένης. τοῦτο δʼ ἂν καλῶς γένοιτο ἐπί τε χρείας καὶ μύθου καὶ τῶν ἄλλων ἁπάντων, ὅταν ἐξ ἑνὸς ἢ δύο τῶν ἀνωτάτω μερῶν τὰς ἀφορμὰς τῶν προοιμίων λαμβάνωμεν. μετὰ δὲ τὸ προοίμιον αὐτήν τε τὴν χρείαν ἐκθετέον, εἶτα ἑξῆς τὰς ἐπιχειρήσεις. χρηστέον δὲ ἐνταῦθα καὶ αὐξήσεσι καὶ παρεκβάσεσι καὶ ἤθεσιν, οἷς δυνατόν ἐστιν.