Ancient Greek · ~40 min
Chapter 1
Aelius Theon, Progymnasmata 1.1
Not analysed yet
Οἱ μὲν παλαιοὶ τῶν ῥητόρων, καὶ μάλιστα οἱ εὐδοκιμηκότες, 1 οὐκ ᾤοντο δεῖν ἐφικέσθαι τρόπον τινὰ τῆς ῥητορικῆς, πρὶν ἁμωσγέπως ἅψασθαι φιλοσοφίας, καὶ τῆς ἐκεῖθεν ἐμπλησθῆναι μεγαλονοίας· νῦν δὲ οἱ πλείους τοσοῦτον δέουσι τῶν τοιούτων λόγων ἐπαΐειν, ὥστε οὐδὲ τῶν ἐγκυκλίων καλουμένων μαθημάτων ὁτιοῦν μεταλαμβάνοντες ᾄττουσιν ἐπὶ τὸ λέγειν, καὶ τὸ πάντων ἀγροικότατον, ὅτι οὐδὲ οἷς προσῆκόν ἐστιν ἐγγυμνασάμενοι, ἐπὶ τὰς δικανικὰς καὶ δημηγορικὰς ἴενται ὑποθέσεις, τὸ δὴ λεγόμενον κατὰ τὴν παροιμίαν, ἐν πίθῳ τὴν κεραμείαν μανθάνοντες. περὶ μὲν οὖν τῶν ἄλλων, ἃ χρὴ μανθάνειν τὸν μέλλοντα ῥητορεύειν, ἄλλοι γραφέτωσαν, ἃ δὲ πρὸ τῆς ὑποθέσεως ἀναγκαῖόν ἐστιν εἰδέναι τε καὶ ἐπιεικῶς ἐγγυμνάζεσθαι, ταῦτα νῦν πειράσομαι παραδοῦναι, οὐχ ὡς οὐχὶ καὶ ἄλλων τινῶν συγγεγραφότων περὶ τούτων, ἀλλʼ οὐ μικρόν τι καὶ αὐτὸς ἐλπίζων συλλήψεσθαι τοῖς λέγειν προαιρουμένοις. οὐ γὰρ μόνον τοῖς ἤδη παραδεδομένοις γυμνάσμασιν ἕτερα ἄττα ἐπεξεύρομεν, ἀλλὰ καὶ ἑκάστου ὅρον ἐπειράθημεν ἀποδοῦναι, ὥστε ἐρωτηθέντα, τί ἐστιν ἕκαστον αὐτῶν, ἔχειν εἰπεῖν, οἷον ὅτι μῦθός ἐστι λόγος ψευδὴς εἰκονίζων ἀλήθειαν, ἔτι τε καὶ τὴν διαφορὰν αὐτῶν πρὸς ἄλληλα δεδηλώκαμεν, καὶ τὰς ἀφορμὰς τῶν εἰς ἕκαστον λόγων παραδεδώκαμεν, προσυπεδείξαμεν δὲ καὶ ὡς ἄν τις αὐτοῖς ἐπιμελέστατα χρήσαιτο. Ὡς δὲ καὶ παντελῶς εἰσιν ὠφέλιμα τοῖς τὴν ῥητορικὴν δύναμιν ἀναλαμβάνουσιν, οὐδὲ τοῦτο ἄδηλον. ὅ τε γὰρ καλῶς καὶ πολυτρόπως διήγησιν καὶ μῦθον ἀπαγγείλας καλῶς καὶ ἱστορίαν συνθήσει, καὶ τὸ ἰδίως ἐν ταῖς ὑποθέσεσι καλούμενον διήγημα (οὐδὲ γὰρ ἄλλο τί ἐστιν ἱστορία ἢ σύστημα διηγήσεως) ὁ ἀνασκευάσαι ταῦτα ἢ κατασκευάσαι δυνάμενος, μὴ μικρὸν ἀπολείπηται τῶν τὰς ὑποθέσεις λεγόντων· πάντα γὰρ ὅσα ποιοῦμεν ἐν ταῖς δικανικαῖς ὑποθέσεσι, καὶ ἐνταῦθά ἐστι· πρῶτον μὲν προοίμιον καὶ διήγημα, ἔπειτα δὲ πρὸς ἕκαστον τῶν εἰρημένων ἐν τῷ διηγήματι ἢ τῷ μύθῳ πειρώμεθα ἀπαντᾶν, καὶ ἐφʼ ἑκάστῳ πορίζεσθαι ἔλεγχον, ἔτι δὲ καὶ φροντίζομεν, ὅπως καλῶς τάξομεν ἕκαστον τῶν ἐπιχειρημάτων, καὶ αὐξάνομεν δὲ καὶ διασύρομεν καὶ τἄλλα, περὶ ὧν ἐπὶ τοῦ παρόντος μακρὸν ἂν εἴη λέγειν. καὶ μὴν ἡ διὰ τῆς χρείας γυμνασία οὐ μόνον τινὰ δύναμιν λόγων ἐργάζεται, ἀλλὰ καὶ χρηστόν τι ἦθος ἐγγυμναζομένων ἡμῶν τοῖς τῶν σοφῶν ἀποφθέγμασιν. ὁ δὲ καλούμενος κοινὸς τόπος καὶ ἡ ἔκφρασις προφανῆ τὴν ὠφέλειαν ἔχουσι, πανταχοῦ τῶν παλαιῶν τῶν μὲν ἱστορικῶν πάντων ἐπὶ πλεῖστον τῇ ἐκφράσει, τῶν δὲ ῥητορικῶν τῷ τόπῳ κεχρημένων. καὶ ἡ προσωποποιΐα δὲ οὐ μόνον ἱστορικὸν γύμνασμά ἐστιν, ἀλλὰ καὶ ῥητορικὸν καὶ διαλογικὸν καὶ ποιητικόν, κἀν τῷ καθʼ ἡμέραν βίῳ, κἀν ταῖς πρὸς ἀλλήλους ὁμιλίαις πολυωφελέστατον, καὶ πρὸς τὰς ἐντεύξεις τῶν συγγραμμάτων χρησιμώτατον. διὰ τοῦτο πρῶτον μὲν Ὅμηρον ἐπαινοῦμεν, ὅτι οἰκείους λόγους περιτέθεικεν ἑκάστῳ τῶν εἰσαγομένων προσώπων, τὸν δὲ Εὐριπίδην καταμεμφόμεθα, ὅτι παρὰ καιρὸν αὐτῷ Ἑκάβη φιλοσοφεῖ. ἀλλὰ μὴν καὶ τὸ τῆς συγκρίσεως γύμνασμα καὶ ἐν τοῖς δικανικοῖς λόγοις ἐστὶ χρήσιμον, συγκρινόντων ἡμῶν ἤτοι τὰ ἀδικήματα τοῖς ἀδικήμασιν, ἢ τὰ εὐεργετήματα τοῖς εὐεργετήμασιν, ὁμοίως δὲ καὶ ἐν τοῖς ἐγκωμίοις ἀντιπαραβαλλόντων ἡμῶν τὰς εὐπραγίας· ἐν δὲ ταῖς συμβουλαῖς καὶ πάνυ ἔκδηλος ἡ ὠφέλεια. περὶ γὰρ τὸ αἱρετώτερόν εἰσιν οἱ τῶν συμβουλευόντων λόγοι. περὶ δὲ τῆς θέσεως τί ἄν τις λέγοι; οὐδὲν γὰρ ἄλλο τῆς ὑποθέσεως διαφέρει, πλὴν ὅτι προσώπων ὡρισμένων καὶ τόπου καὶ χρόνου καὶ τρόπου καὶ αἰτίας ἐστὶν ἀπαρέμφατον, οἷον θέσις μὲν εἰ προσήκει πολιορκουμένοις στράτευμα πέμπειν εἰς τὴν ὑπερορίαν, ὑπόθεσις δὲ εἰ Ἀθηναίοις προσήκει πολιορκουμένοις ὑπὸ Πελοποννησίων εἰς Σικελίαν στράτευμα πέμπειν. ὁμοίως δὲ καὶ ἡ τῶν νόμων κατηγορία καὶ ἡ ἀπολογία οὐκ ἐλάχιστον μέρος τῆς ὑποθέσεώς ἐστιν. οἱ γοῦν κάλλιστοι τῶν Δημοσθενικῶν λόγων εἰσίν, ἐν οἷς περὶ νόμου ἢ ψηφίσματος ἀμφισβητεῖται, λέγω δὲ τόν τε περὶ στεφάνου καὶ τὸν κατὰ Ἀνδροτίωνος καὶ Τιμοκράτους καὶ πρὸς Λεπτίνην καὶ κατὰ Ἀριστοκράτους· ὀλίγον γὰρ διήνεγκεν, εἰ μὴ νόμον ἀλλὰ ψήφισμα ὁ Ἀριστοκράτης ἔγραψε. τὸ δὲ ἐγκώμιον οὐδὲ αὐτὸς μὲν ἀγνοῶ, ὅτι εἶδός ἐστιν ὑποθέσεως· τῆς γὰρ ὑποθέσεως εἴδη τρία, ἐγκωμιαστικόν, ὅπερ ἐκάλουν ἐπιδεικτικὸν οἱ περὶ τὸν Ἀριστοτέλην, δικανικόν, συμβουλευτικόν· ἀλλʼ ἐπεὶ καὶ τοῖς νεωτέροις προβάλλειν πολλάκις εἰώθαμεν ἐγκώμια γράφειν, διὰ τοῦτο ἐν τοῖς προγυμνάσμασιν αὐτὸ ἔταξα, καὶ ἅμα τὴν μὲν ἀκριβῆ τούτου τεχνολογίαν ὑπερεθέμην εἰς τὴν προσήκουσαν χώραν, νῦν δὲ ἁπλουστέραν πεποίημαι τὴν διδασκαλίαν. ἡ δὲ ἀνάγνωσις, ὡς τῶν πρεσβυτέρων τις ἔφη, Ἀπολλώνιος δοκεῖ μοι ὁ Ῥόδιος, τροφὴ λέξεώς ἐστι τυπούμενοι γὰρ τὴν ψυχὴν ἀπὸ καλῶν παραδειγμάτων κάλλιστα καὶ μιμησόμεθα τὴν δὲ ἀκρόασιν τίς οὐκ ἂν ἀσμενίσειε, τὰ μετὰ πόνων τοῖς ἄλλοις εἰργασμένα ἑτοίμως λαμβάνων; ἀλλʼ ὥσπερ τοῖς ζωγραφεῖν βουλομένοις οὐδὲν ὄφελος κατανοεῖν τά τε Ἀπελλοῦ καὶ Πρωτογένους καὶ Ἀντιφίλου ἔργα, ἐὰν μὴ καὶ αὐτοὶ γράφειν ἐπιχειρῶσιν, οὕτω καὶ τοῖς ῥητορεύειν μέλλουσιν οὕτε τῶν πρεσβυτέρων οἱ λόγοι, οὔτε τῶν διανοημάτων τὸ πλῆθος, οὔτε τὸ περὶ τὴν λέξιν καθαρόν, οὔτε σύνθεσις ἡρμοσμένη, οὔτε ἀκρόασις ἀστεία, οὔτε ὅλως τῶν ἐν τῇ ῥητορικῇ καλῶν οὐδέν ἐστι χρήσιμον, ἐὰν μὴ καὶ αὐτὸς ἕκαστος ταῖς καθʼ ἑκάστην ἡμέραν γραφαῖς ἐγγυμνάζηται. ἡ δὲ παράφρασις οὐχ ὥς τισιν εἴρηται ἢ ἔδοξεν, ἄχρηστός ἐστι· τὸ γὰρ καλῶς εἰπεῖν, φασιν, ἅπαξ περιγίνεται, δὶς δὲ οὐκ ἐνδέχεται· οὗτοι δὲ σφόδρα τοῦ ὀρθοῦ διημαρτήκασι. τῆς γὰρ διανοίας ὑφʼ ἑνὶ πράγματι μὴ καθʼ ἕνα τρόπον κινουμένης, ὥστε τὴν προσπεσοῦσαν αὐτῇ φαντασίαν ὁμοίως προενέγκασθαι, ἀλλὰ κατὰ πλείους, καὶ ποτὲ μὲν ἀποφαινομένων ἡμῶν, ποτὲ δὲ ἐρωτώντων, ποτὲ δὲ πυνθανομένων, ποτὲ δὲ εὐχομένων, ποτὲ δὲ κατʼ ἄλλον τινὰ τρόπον τὸ νοηθὲν ἐκφερόντων, οὐδὲν κωλύει κατὰ πάντας τοὺς τρόπους τὸ φαντασθὲν ἐπίσης καλῶς ἐξενεγκεῖν. μαρτύρια δὲ τούτου καὶ παρὰ ποιηταῖς καὶ ἱστορικοῖς, καὶ ἀπλῶς πάντες οἱ παλαιοὶ φαίνονται τῇ παραφράσει ἄριστα κεχρημένοι, οὐ μόνον τὰ ἑαυτῶν ἀλλὰ καὶ τὰ ἀλλήλων μεταπλάσσοντες. Ὅμηρον μεταφράζων, ὅτε φησί, τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπʼ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε, ὁ Ἀργίλοχος, τοῖος ἀνθρώποισι θυμὸς Γλαῦκε Λεπτίνεω πάϊ, γίγνεται θνητοῖς, ὁκοῖον Ζεὺς ἐφʼ ἡμέρην ἄγει. καὶ πάλιν Ὅμηρος ἅλωσιν πόλεως τοῦτον τὸν τρόπον εἴρηκεν, ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, τέκνα δέ τʼ ἄλλοι ἄγουσι, βαθυζώνους τε γυναῖκας. ὁ δὲ Δημοσθένης οὕτως, ὅτε γοῦν ἐπορευόμεθα εἰς Δελφούς, ἐξ ἀνάγκης ὁρᾶν ἦν ταῦτα πάντα, οἰκίας κατεσκαμμένας, τείχη περιῃρημένα, χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ, γύναια δὲ καὶ παιδάρια ὀλίγα, καὶ πρεσβύτας ἀνθρώπους οἰκτρούς. ὁ δὲ Αἰσχίνης οὕτως, ἀλλὰ ταῖς γε διανοίαις ἀποβλέψατε αὐτῶν εἰς τὰς συμφοράς, καὶ νομίσατε ὁρᾶν ἁλισκομένην τὴν πόλιν, τειχῶν κατασκαφάς, ἐμπρήσεις οἴκων, ἱερὰ συλώμενα, ἀγομένας γυναῖκας καὶ παῖδας εἰς δουλείαν, πρεσβύτας ἀνθρώπους, πρεσβύτιδας γυναῖκας, ὀψὲ μεταμανθάνοντας τὴν ἐλευθερίαν. ἔτι δὲ ὁ μὲν Θουκυδίδης φησί· φθόνος γὰρ τοῖς ζῶσι πρὸς τὸ ἀντίπαλον, τὸ δὲ μὴ ἐμποδὼν ἀνανταγωνίστῳ εὐνοίᾳ τετίμηται. ὁ δὲ Θεόπομπος· ἐπίσταμαι γάρ, ὅτι τοὺς μὲν ζῶντας πολλοὶ μετὰ δυσμενείας ἐξετάζουσι, τοῖς δὲ τετελευτηκόσι διὰ τὸ πλῆθος τῶν ἐτῶν ἐπανιᾶσι τοὺς φθόνους. ὁ δὲ Δημοσθένης οὕτω· τίς γὰρ οὐκ οἶδε τῶν πάντων, ὅτι τοῖς μὲν ζῶσιν ἅπασιν ὕπεστί τις ἢ πλείων ἢ ἐλάττων φθόνος, τοὺς τεθνεῶτας δὲ οὐδὲ τῶν ἐχθρῶν τις μισεῖ; καὶ μέντοι γε ὁ Φίλιστος τὸν Ἀττικὸν ὅλον πόλεμον ἐν τοῖς Σικελικοῖς ἐκ τῶν Θουκυδίδου μετενήνοχε, καὶ Δημοσθένης εἰς τὸν κατὰ Μειδίου τά τε Λυσίου καὶ Λυκούργου ἐκ τῶν τῆς ὕβρεως λόγων, καὶ τὰ Ἰσαίου ἐκ τῶν κατὰ Διοκλέους ὕβρεως εὕροις δʼ ἄν καὶ παρὰ Ἰσοκράτει ἐν τῷ πανηγυρικῷ τὰ ἐν τῷ Λυσίου ἐπιταφίῳ καὶ τῷ Ὀλυμπικῷ. ἀλλὰ μὴν καὶ αὐτὸς ὁ Δημοσθένης πολλάκις ἑαυτὸν παραφράζει, οὐ μόνον τὰ ἐν ἄλλοις λόγοις αὑτῷ εἰρημένα ἀλλαχόσε μεταφέρων, ἀλλὰ καὶ ἐν ἑνὶ λόγῳ πολλάκις φαίνεται ταὐτὰ μυριάκις εἰρηκώς, τῇ δὲ τῆς ἑρμηνείας ποικιλίᾳ λανθάνει τοὺς ἀκούοντας. ἐν μέν γε τῷ κατὰ Μειδίου φησί· τίς γὰρ ἡμῶν οὐκ οἶδε τοῦ μὲν πολλὰ τοιαῦτα γενέσθαι τὸ μὴ κολάζεσθαι τοὺς ἐξαμαρτάνοντας αἴτιον ὄν, τοῦ δὲ μηδένα ὑβρίζειν τὸ λοιπὸν τὸ δίκην τὸν ἀεὶ ληφθέντα, ἣν προσήκει, διδόναι, μόνον αἴτιον γενόμενον; ἐν δὲ τῷ κατὰ Ἀριστοκράτους (τὸ δὲ αὐτὸ καὶ κατὰ Ἀνδροτίωνος) οὐ γὰρ εἴ τι πώποτε μὴ κατὰ τούς νόμους ἐπράχθη, σὺ δὲ τοῦτο ἐμιμήσω, διὰ τοῦτο ἀποφύγοις ἂν δικαίως, ἀλλὰ τοὐναντίον, πολὺ μᾶλλον ἁλίσκεσθαι διὰ ταῦτα ὥσπερ γὰρ εἴ τις ἐκείνων ἑάλω, σὺ τάδʼ οὐκ ἄν ἔγραψας, οὕτως ἄν σὺ δίκην δῷς, ἄλλος οὐ γράψει. ἐν δὲ τοῖς Φιλιππικοῖς τὰ αὐτὰ πράγματα ἄνω καὶ κάτω λέγων διατετέλεκε, καὶ ἐν τῷ πρὸς Λεπτίνην, ὅτι μὴ δεῖ τοὺς εὖ ποιήσαντας ἀφελέσθαι τὰ δοθέντα, οὐδʼ ὀλιγάκις εἴρηκεν· ἐν δὲ τῷ ὑπὲρ τοῦ στεφάνου, ὅτι οὐκ ἐπὶ τῷ τέλει τῶν πεπραγμένων κατηγορεῖν δίκαιον ἦν, ἀλλὰ καθʼ ἕκαστον τῶν πολιτευμάτων ἐλέγχειν, παρʼ ὅλον τὸν λόγον παρέσπαρται· τὰ δὲ περὶ τῆς λύσεως τῶν αἰχμαλώτων, τίς οὐκ οἶδεν ἐν τῷ περὶ τῆς παραπρεσβείας διατεθρυλημένα; καὶ μὴν καὶ τὸ τῆς ἐξεργασίας εἶδος, πολλαχοῦ τε ἄλλοθεν ὠφέλιμον, μάλιστα δὲ ἐν ταῖς δευτερολογίαις· ἡ δὲ ἀντίῤῥησις ἐν ταῖς ἀντιγραφαῖς. Τὴν δὲ τάξιν τῶν γυμνασμάτων αὐτῶν οὕτω ποιησόμεθα· πρῶτον μὲν ἀπὸ τῆς χρείας· βραχύ τε γὰρ τοῦτο καὶ εὐμνημόνευτον, ἔπειτα δὲ τοῦ μύθου καὶ τῆς διηγήσεως, πλὴν τῆς τούτων ἀνασκευῆς τε καὶ κατασκευῆς· ταῦτα γὰρ τῶν ἄλλων ὕστερα ἔοικέ πως εἶναι ὡμολόγηται γὰρ παρὰ πᾶσιν, ὅτι τοῦ ῥήτορος ἔργον ἐστὶ τό τε ἀποδεῖξαι τὰ ἀμφισβητούμενα καὶ τὸ αὐξῆσαι τὰ ἀποδεδειγμένα· προτερεῖ μὲν οὖν τῇ φύσει καὶ τῇ χρήσει ὁ ἀποδεικτικὸς λόγος, ἕπεται δὲ ὁ αὐξητικός· πρότερον γὰρ δεῖ τινα ὡς προδότην ἐλέγξαι, εἶτα ὡς ἐπὶ μεγάλῳ ἀδικήματι τῇ προδοσίᾳ τοὺς ἀκούοντας παροξῦναι. οὐ μὴν ὥσπερ τῇ φύσει προτερεῖν τὴν ἀπόδειξιν ἔφαμεν τῆς αὐξήσεως, οὕτω καὶ τὴν γυμνασίαν ἔχειν συμβέβηκεν, ἀλλὰ καὶ πᾶν τοὐναντίον· πρότερα γὰρ τὰ ῥᾷστα τῶν δυσχερεστέρων· ῥᾷον δὲ αὐξῆσαι τὸ φανερὸν ἢ τὸ ἀφανὲς ἀποδεῖξαι, διόπερ αὐτοὶ ἀρχόμενοι ἐξ ἰδίας δυνάμεως ἐγχειρεῖν καὶ ἀνασκευάζειν ἢ κατασκευάζειν ἀρξόμεθα ἀπὸ τοῦ τόπου, εἶτα τῆς ἐκφράσεως, ἐξῆς δὲ τῆς προσωποποιΐας, εἶτα ἐν τοῖς ἐγκωμίοις γυμνασόμεθα, εἶτα ἐν ταῖς συγκρίσεσι ταῦτα γάρ ἐστι τὰ ὁμολογούμενα καὶ μηδεμίαν ἀντιλογίαν ἔχοντα· μετὰ δὲ ταῦτα καὶ πρὸς τοῖς ἀμφισβητουμένοις γυμνάσμασι τὴν ἄσκησιν ποιησόμεθα. ἔστι δὲ πρῶτον αὐτῶν ἡ τῶν χρειῶν ἀνασκευή, εἶτα τῶν Αἰσωπείων λόγων καὶ τῶν ἱστορικῶν καὶ μυθικῶν διηγήσεων, εἶτα ἡ τῶν θέσεων, καὶ ἑξῆς ἡ τῶν νόμων τῇ δὲ ἀναγνώσει καὶ τῇ ἀκροάσει καὶ τῇ παραφράσει χρησόμεθα ἀπʼ ἀρχῆς, τῇ δὲ ἐξεργασίᾳ καὶ πολλῷ μᾶλλον τῇ ἀντιῤῥήσει, ὅταν ἕξιν τινὰ περιποιησώμεθα.