Ancient Greek
10.25 to 10.26
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 10.25-26
Not analysed yet
ἔστωσαν δὲ διειλημμένοι ὡς εἰς παρατήρησιν· οὕτως γὰρ ἂν διακείμενοι ἥκιστα ἂν δύναιντο νεωτερίσαι. Ἔτι τοίνυν μηδὲ εἰς τὰς κοίτας λαμπτῆρας φέρεσθαι μηδὲ ἄλλο νυκτερινὸν φέγγος· ἤδη γάρ τινες, ἐπεὶ πάντῃ ἐξείργονται μηδὲν νεωτερίσαι, θέλοντες, μηδὲ πρὸς τοὺς πολεμίους τι πρᾶξαι, τοιόνδε τεχνάζουσι. σὺν γὰρ τοῖς καλάθοις καὶ στρώμασι φερόμενοι εἰς τὰς φυλακὰς λύχνα οἱ δὲ δᾷδας οἱ δὲ λαμπτῆρας, ἵνα δὴ πρός τι κοιτασθῶσιν, διὰ τούτων τῶν φεγγέων σύσσημον ἐποιήσαντο· διὸ δεῖ πάντα τὰ τοιαῦτα ὑποπτεύειν.