Ancient Greek · ~4 min
16.1 to 16.6
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 16.1-6
Not analysed yet
Ὅδʼ οὖν ἄλλος τρόπος βοηθείας βελτίων ἂν εἴη ἐπὶ τοὺς ἐμβεβληκότας. πρῶτον μὲν οὖν νυκτὸς οὐ χρὴ εὐθὺς βοηθεῖν, εἰδότα ὅτι ἀτακτότατοι ἂν καὶ ἀπαράσκευοι πρὸ τῆς ἕω εἶεν οἱ ἄνθρωποι, τῶν μὲν ἐπειγομένων τὰ οἰκεῖα σῴζειν ὡς τάχιστα ἐκ τῶν ἀγρῶν, ἑτέρων δὲ πεφοβημένων εἰς τοὺς κινδύνους προϊέναι, οἷα εἰκὸς προσφάτως ἀγγελμένων, ἄλλων δὲ πάμπαν ἀπαρασκεύων ὄντων. χρὴ οὖν τὴν μὲν βοήθειαν εὐτρεπίζειν ἀθροίζοντα ὅτι τάχος, ἅμα τῶν μὲν τὸ δεῖμα ἀφαιροῦντα, τοῖς δὲ θάρσος ἐμποιοῦντα τοὺς δὲ ὁπλίζοντα. δεῖ γάρ σε εἰδέναι ὅτι τῶν πολεμίων οἱ μετὰ ξυνέσεως καὶ ἐπιστήμης γιγνόμενοι ἐν πολεμίᾳ, κατʼ ἀρχὰς μὲν τὸ ἰσχυρότατον αὑτῶν ἐν τάξει ἄγουσι προσδεχόμενοί τινας ἐφʼ ἑαυτοὺς ἰέναι καὶ ἑτοίμως ἔχοντες ἀμύνεσθαι· τινὲς δὲ διασπαρέντες αὐτῶν κατὰ τὴν χώραν ἀδικοῦσιν, ἄλλοι δʼ ἂν ἐνεδρεύοιεν προσδεχόμενοί τινας βοηθοῦντας ὑμῶν ἄτακτον βοήθησιν. δεῖ οὖν μὴ εὐθὺς αὐτοὺς προσκείμενον ἐνοχλεῖν, ἀλλʼ ἐᾶσαι τούτους πρότερον θαρσῆσαι καὶ καταφρονήσαντάς σου ἐπὶ λεηλάτησιν καὶ πλεονεξίαν ὁρμῆσαι· ἅμα δʼ ἂν οὗτοι σιτίων καὶ πόσεως πληρούμενοι καὶ οἰνωθέντες ἀμελεῖς καὶ ἀπειθεῖς τοῖς ἄρχουσι γίγνοιντο. ἐκ δὲ τούτων εἰκὸς μοχθηροὺς αὐτῶν τοὺς ἀγῶνας καὶ τὴν ἀποχώρησιν συμβαίνειν,