Ancient Greek · ~2 min
Chapter 18
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 18.19
Not analysed yet
καὶ εἰ μὲν ἦν ἕτοιμα τῷ πυλωρῷ ἅπερ ἤθελε, προσεπιδῆσαι πρὸς τὴν ἀρχὴν τοῦ λίνου μαλλὸν ἐρίου καὶ ἀφεῖναι, ὅπερ ἰδὼν ὁ Τήμενος ἔμελλεν σπεύδειν πρὸς τὰς πύλας· εἰ δʼ ἀπετύγχανεν ὁ πυλωρὸς τοῦ θελήματος οὐδὲν προσάψας ἀφῆκεν τὸ λίνον, ὥστε τὸν Τήμενον ἐκ πολλοῦ φθάσαι τε καὶ λαθεῖν ἀπαλλαγέντα. ᾐσθάνοντο οὖν ἐν τῇ νυκτὶ τὸ σπάρτον ὑπάρχον ἐν τῇ πόλει, οὐχ οἷόν τε ἦν προϊέναι.