Ancient Greek
Chapter 19
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 19.1
Not analysed yet
Διαπρίοντα δὲ μοχλὸν ἔλαιον ἐπιχεῖν· θᾶσσον γὰρ καὶ ἀψοφητὶ μᾶλλον πρισθήσεται. ἐὰν δὲ καὶ σπόγγος ἐπί τε τὸν πρίονα καὶ τὸν μοχλὸν ἐπιδεθῇ, πολλῷ κωφότερος ὁ ψόφος ἔσται. πολλὰ δʼ ἄν τις καὶ ἄλλα ὁμότροπα τούτοις γράψαι. ἀλλὰ ταῦτα μὲν παρετέον.