Ancient Greek · ~2 min
Chapter 2
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 2.2
Not analysed yet
Λακεδαιμόνιοι δὴ Θηβαίων ἐμβαλόντων ἔκ τε τῶν ἐγγυτάτω οἰκιῶν διαλύοντες καὶ ἐκ τῶν αἱμασιῶν καὶ τειχίων ἄλλοι κατʼ ἄλλους τόπους φορμοὺς γῆς καὶ λίθων πληροῦντες, φασὶν δὲ καὶ τοῖς ἐκ τῶν ἱερῶν χαλκοῖς τρίποσιν, ὄντων πολλῶν καὶ μεγάλων, χρησάμενοι καὶ τούτοις προαποπληρώσαντες τάς τε εἰσβολὰς καὶ τὰς διόδους καὶ τὰ εὐρύχωρα τοῦ πολίσματος ἐκώλυσαν τοὺς εἰσβάλλειν ἐπιχειροῦντας εἰς αὐτὸ τὸ πόλισμα.